«
The Septuagint
LXX
The Septuagint
LXX
[1]μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν [1]μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν
[2]μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ [2]μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ
[3]ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα [3]ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα
[4]ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι [4]ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι
[5]ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ [5]ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ
[6]τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ [6]τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ
[7]κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ [7]κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ
[8]πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς [8]πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς
[9]πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν [9]πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν
[10]ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ [10]ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ
[11]τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε [11]τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε
[12]μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι [12]μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι
[13]πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ [13]πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ
[14]μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω [14]μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω
[15]οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου [15]οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου
[16]δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν [16]δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν
[17]πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ αἰῶνος θανάτῳ ἀποθανῇ [17]πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ αἰῶνος θανάτῳ ἀποθανῇ
[18]ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται [18]ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται
[19]πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ αὐτοῦ ἀπελεύσεται [19]πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ αὐτοῦ ἀπελεύσεται
[20]μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται [20]μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται
[21]ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται [21]ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται
[22]ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε [22]ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε
[23]ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται [23]ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται
[24]ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς [24]ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς
[25]στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν [25]στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν
[26]θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται [26]θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται
[27]σκεπασθήσεται ὑπ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει [27]σκεπασθήσεται ὑπ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει
Source: sacred-texts.org
Source: sacred-texts.org
Top