[1] σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται [2]ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται [3]ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν [4]ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης [5]γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα [6]ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην [7]μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι [8]τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν ἐν ιακωβ κατασκήνωσον καὶ ἐν ισραηλ κατακληρονομήθητι [9]πρὸ τοῦ αἰῶνος ἀπ ἀρχῆς ἔκτισέν με καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω [10]ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν σιων ἐστηρίχθην [11]ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν καὶ ἐν ιερουσαλημ ἡ ἐξουσία μου [12]καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ [13]ὡς κέδρος ἀνυψώθην ἐν τῷ λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν αερμων [14]ὡς φοῖνιξ ἀνυψώθην ἐν αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ καὶ ἀνυψώθην ὡς πλάτανος [15]ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ [16]ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος [17]ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου [19]προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε [20]τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον [21]οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν [22] ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν [23]ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμῖν μωυσῆς κληρονομίαν συναγωγαῖς ιακωβ [25] πιμπλῶν ὡς φισων σοφίαν καὶ ὡς τίγρις ἐν ἡμέραις νέων [26] ἀναπληρῶν ὡς εὐφράτης σύνεσιν καὶ ὡς ιορδάνης ἐν ἡμέραις θερισμοῦ [27] ἐκφαίνων ὡς φῶς παιδείαν ὡς γηων ἐν ἡμέραις τρυγήτου [28]οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν [29]ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης [30]κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον [31]εἶπα ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν [32]ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν [33]ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων [34]ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν
Credit

Source: sacred-texts.org
Top