The Septuagint
LXX
➕
Songs of Solomon
SoS
1
→
[
1
]
ἆσμα
ἀσμάτων ὅ ἐστιν τῷ σαλωμων
[
2
]
φιλησάτω
με ἀπὸ φιλημάτων στόματος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον
[
3
]
καὶ
ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε
[
4
]
εἵλκυσάν
σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον εὐθύτης ἠγάπησέν σε
[
5
]
μέλαινά
εἰμι καὶ καλή θυγατέρες ιερουσαλημ ὡς σκηνώματα κηδαρ ὡς δέρρεις σαλωμων
[
6
]
μὴ
βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
[
7
]
ἀπάγγειλόν
μοι ὃν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ ἀγέλαις ἑταίρων σου
[
8
]
ἐὰν
μὴ γνῷς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων
[
9
]
τῇ
ἵππῳ μου ἐν ἅρμασιν φαραω ὡμοίωσά σε ἡ πλησίον μου
[
10
]
τί
ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι
[
11
]
ὁμοιώματα
χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου
[
12
]
ἕως
οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ
[
13
]
ἀπόδεσμος
τῆς στακτῆς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται
[
14
]
βότρυς
τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν εγγαδδι
[
15
]
ἰδοὺ
εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραί
[
16
]
ἰδοὺ
εἶ καλός ὁ ἀδελφιδός μου καί γε ὡραῖος πρὸς κλίνη ἡμῶν σύσκιος
[
17
]
δοκοὶ
οἴκων ἡμῶν κέδροι φατνώματα ἡμῶν κυπάρισσοι
Credit
Source:
sacred-texts.org
Top