«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]I am the rose of the field, and the lily of the valleys. [1]ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων
[2]Like a lily among the thorns, so is my love among the daughters. [2]ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων
[3]Like the apple tree among the trees of the forest, so is my well-beloved among the sons of men: under his shadow had I delight, and sat down: and his fruit was sweet unto my mouth. [3]ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου
[4]He brought me into the wine cellar, and love was his banner over me. [4]εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου τάξατε ἐπ ἐμὲ ἀγάπην
[5]Stay me with flagons, and comfort me with apples: for I am sick of love. [5]στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ
[6]His left hand is under mine head, and his right hand doth embrace me. [6]εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με
[7]I charge you, O daughters of Jerusalem, by the roes and by the hinds of the field, that ye stir not up, nor waken my love, until she please. [7]ὥρκισα ὑμᾶς θυγατέρες ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ
[8]It is the voice of my well-beloved: behold, he cometh leaping by the mountains, and skipping by the hills. [8]φωνὴ ἀδελφιδοῦ μου ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς
[9]My well-beloved is like a roe, or a young hart: lo, he standeth behind our wall, looking forth of the windows, showing himself through the grates. [9]ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη βαιθηλ ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων
[10]My well beloved spake and said unto me, Arise, my love, my fair one, and come thy way. [10]ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου
[11]For behold, winter is past: the rain is changed, and is gone away. [11]ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν ὁ ὑετὸς ἀπῆλθεν ἐπορεύθη ἑαυτῷ
[12]The flowers appear in the earth: the time of the singing of birds is come, and the voice of the turtle is heard in our land. [12]τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ καιρὸς τῆς τομῆς ἔφθακεν φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν
[13]The fig tree hath brought forth her young figs: and the vines with their small grapes have cast a savor: arise my love, my fair one, and come away. [13]ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου
[14]My dove, that art in the holes of the rock, in the secret places of the stairs, show me thy sight, let me hear thy voice: for thy voice is sweet, and thy sight comely. [14]καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία
[15]Take us the foxes, the little foxes, which destroy the vines: for our vines have small grapes. [15]πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν
[16]My well-beloved is mine, and I am his: he feedeth among the lilies, [16]ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτῷ ὁ ποιμαίνων ἐν τοῖς κρίνοις
[17]Until the daybreak, and the shadows flee away: return my wellbeloved, and be like a roe, or a young hart upon the mountains of Bether. [17]ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων
Source: archive.org
Source: sacred-texts.org
Top