«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]The burden of the word of the Lord upon Israel, saith the Lord, which spread the heavens, and laid the foundation of the earth, and formed the spirit of man within him. [1]λῆμμα λόγου κυρίου ἐπὶ τὸν ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
[2]Behold, I will make Jerusalem a cup of poison unto all the people round about: and also with Judah will he be, in the siege against Jerusalem. [2]ἰδοὺ ἐγὼ τίθημι τὴν ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ ιερουσαλημ
[3]And in that day will I make Jerusalem an heavy stone for all people: all that lift it up, shall be torn, though all the people of the earth be gathered together against it. [3]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
[4]In that day, saith the Lord, I will smite every horse with astonishment, and his rider with madness, and I will open mine eyes upon the house of Judah, and will smite every horse of the people with blindness. [4]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει
[5]And the princes of Judah shall say in their hearts, The inhabitants of Jerusalem shall be my strength in the Lord of hosts their God. [5]καὶ ἐροῦσιν οἱ χιλίαρχοι ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν
[6]In that day will I make the princes of Judah like coals of fire among the wood, and like a fire brand in the sheaf, and they shall devour all the people round about on the right hand, and on the left: and Jerusalem shall be inhabited again in her own place, even in Jerusalem. [6]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει ιερουσαλημ ἔτι καθ ἑαυτήν
[7]The Lord also shall preserve the tents of Judah, as afore time: therefore the glory of the house of David shall not boast, nor the glory of the inhabitants of Jerusalem against Judah. [7]καὶ σώσει κύριος τὰ σκηνώματα ιουδα καθὼς ἀπ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων ιερουσαλημ ἐπὶ τὸν ιουδαν
[8]In that day shall the Lord defend the inhabitants of Jerusalem, and he that is feeble among them, in that day shall be as David: and the house of David shall be as God's house, and as the angel of the Lord before them. [8]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος δαυιδ ὁ δὲ οἶκος δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
[9]And in that day will I seek to destroy all the nations that come against Jerusalem. [9]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ ιερουσαλημ
[10]And I will pour upon the house of David, and upon the inhabitants of Jerusalem the Spirit of grace and of compassion, and they shall look upon me, whom they have pierced, and they shall lament for him, as one mourneth for his only son, and be sorry for him as one is sorry for his first born. [10]καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ αὐτὸν κοπετὸν ὡς ἐπ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ
[11]In that day shall there be a great mourning in Jerusalem, as the mourning of Hadad-Rimmon in the valley of Megiddon. [11]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου
[12]And the land shall bewail every family apart, the family of the house of David apart, and their wives apart: the family of the house of Nathan apart, and their wives apart: [12]καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς φυλὴ οἶκου δαυιδ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς φυλὴ οἴκου ναθαν καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς
[13]The family of the house of Levi apart, and their wives apart: the family of Shemei apart, and their wives apart: [13]φυλὴ οἴκου λευι καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς φυλὴ τοῦ συμεων καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς
[14]All the families that remain, every family apart, and their wives apart. [14]πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς
Source: archive.org
Source: sacred-texts.org
Top