|
[1]ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ δαυιδ |
[1]In that day there shall be a fountain opened to the house of David, and to the inhabitants of Jerusalem, for sin and for uncleanness. |
[2]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς |
[2]And in that day, saith the Lord of hosts, I will cut off the names of the idols out of the land: and they shall no more be remembered: and I will cause the prophets, and the unclean spirit to depart out of the land. |
[3]καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπ ὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν |
[3]And when any shall yet prophesy, his father and his mother that begat him, shall say unto him, Thou shalt not live: for thou speakest lies in the name of the Lord: and his father and his mother that begat him, shall thrust him through, when he prophesieth. |
[4]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ ὧν ἐψεύσαντο |
[4]And in that day shall the prophets be ashamed every one of his vision, when he hath prophesied: neither shall they wear a rough garment to deceive. |
[5]καὶ ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου |
[5]But he shall say, I am no prophet: I am an husbandman: for man taught me to be an herdsman from my youth up. |
[6]καὶ ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου |
[6]And one shall say unto him, What are these wounds in thine hands? Then he shall answer, Thus was I wounded in the house of my friends. |
[7]ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας |
[7]Arise, O sword, upon my shepherd, and upon the man, that is my fellow, saith the Lord of hosts: smite the shepherd, and the sheep shall be scattered: and I will turn mine hand upon the little ones. |
[8]καὶ ἔσται ἐν πάσῃ τῇ γῇ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ |
[8]And in all the land, saith the Lord, two parts therein shall be cut off, and die: but the third shall be left therein. |
[9]καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ κύριος ὁ θεός μου |
[9]And I will bring that third part through the fire, and will fine them as the silver is fined, and will try them as gold is tried: they shall call on my name, and I will hear them: I will say, It is my people, and they shall say, The Lord is my God. |