«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]And the angel that talked with me, came again and waked me, as a man that is raised out of his sleep, [1]καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
[2]And said unto me, What seest thou? And I said, I have looked, and behold, a candlestick all of gold with a bowl upon the top of it, and his seven lamps therein, and seven pipes to the lamps, which were upon the top thereof. [2]καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς
[3]And two olive trees over it, one upon the right side of the bowl, and the other upon the left side thereof. [3]καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
[4]So I answered, and spake to the angel that talked with me, saying, What are these, my Lord? [4]καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριε
[5]Then the angel that talked with me, answered and said unto me, Knowest thou not what these be? And I said, No, my Lord. [5]καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
[6]Then he answered and spake unto me, saying, This is the word of the Lord unto Zerubbabel, saying, Neither by an army nor strength, but by my spirit, saith the Lord of hosts. [6]καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
[7]Who art thou, O great mountain, before Zerubbabel? Thou shalt be a plain, and he shall bring forth the head stone thereof, with shoutings, crying, Grace, grace unto it. [7]τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς
[8]Moreover, the word of the Lord came unto me, saying, [8]καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[9]The hands of Zerubbabel have laid the foundation of this house: his hands shall also finish it, and thou shalt know that the Lord of hosts hath sent me unto you. [9]αἱ χεῖρες ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
[10]For who hath despised the day of the small things? But they shall rejoice, and shall see the stone of tin in the hand of Zerubbabel: these seven are the eyes of the Lord, which go through the whole world. [10]διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
[11]Then answered I, and said unto him, What are these two olive trees upon the right and upon the left side thereof? [11]καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων
[12]And I spake moreover, and said unto him, What be these two olive branches, which through the two golden pipes empty themselves into the gold? [12]καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς
[13]And he answered me, and said, Knowest thou not what these be? And I said, No, my Lord. [13]καὶ εἶπεν πρός με οὐκ οἶδας τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
[14]Then said he, These are the two olive branches, that stand with the ruler of the whole earth. [14]καὶ εἶπεν οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς
Source: archive.org
Source: sacred-texts.org
Top