The Septuagint
LXX
➕
←
2 Chronicles
2Ch
17
→
[
1
]
καὶ
ἐβασίλευσεν ιωσαφατ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ καὶ κατίσχυσεν ιωσαφατ ἐπὶ τὸν ισραηλ
[
2
]
καὶ
ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν ιουδα καὶ ἐν πόλεσιν εφραιμ ἃς προκατελάβετο ασα ὁ πατὴρ αὐτοῦ
[
3
]
καὶ
ἐγένετο κύριος μετὰ ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα
[
4
]
ἀλλὰ
κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ ισραηλ τὰ ἔργα
[
5
]
καὶ
κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς ιουδα δῶρα τῷ ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή
[
6
]
καὶ
ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ιουδα
[
7
]
καὶ
ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν αβδιαν καὶ ζαχαριαν καὶ ναθαναηλ καὶ μιχαιαν διδάσκειν ἐν πόλεσιν ιουδα
[
8
]
καὶ
μετ αὐτῶν οἱ λευῖται σαμουιας καὶ ναθανιας καὶ ζαβδιας καὶ ασιηλ καὶ σεμιραμωθ καὶ ιωναθαν καὶ αδωνιας καὶ τωβιας οἱ λευῖται καὶ μετ αὐτῶν ελισαμα καὶ ιωραμ οἱ ἱερεῖς
[
9
]
καὶ
ἐδίδασκον ἐν ιουδα καὶ μετ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν ιουδα καὶ ἐδίδασκον τὸν λαόν
[
10
]
καὶ
ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς ιωσαφατ
[
11
]
καὶ
ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους
[
12
]
καὶ
ἦν ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ ιουδαίᾳ καὶ πόλεις ὀχυράς
[
13
]
καὶ
ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ιερουσαλημ
[
14
]
καὶ
οὗτος ἀριθμὸς αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν τῷ ιουδα χιλίαρχοι εδνας ὁ ἄρχων καὶ μετ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες
[
15
]
καὶ
μετ αὐτὸν ιωαναν ὁ ἡγούμενος καὶ μετ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες
[
16
]
καὶ
μετ αὐτὸν αμασιας ὁ τοῦ ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως
[
17
]
καὶ
ἐκ τοῦ βενιαμιν δυνατὸς δυνάμεως ελιαδα καὶ μετ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες
[
18
]
καὶ
μετ αὐτὸν ιωζαβαδ καὶ μετ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου
[
19
]
οὗτοι
οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ιουδαίᾳ
Credit
Source:
sacred-texts.org
Top