The Septuagint
LXX
➕
←
4 Maccabees
4Ma
2
→
[
1
]
καὶ
τί θαυμαστόν εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται
[
2
]
ταύτῃ
γοῦν ὁ σώφρων ιωσηφ ἐπαινεῖται ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας
[
3
]
νέος
γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον
[
4
]
καὶ
οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας
[
5
]
λέγει
γοῦν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν
[
6
]
καίτοι
ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος πολὺ πλέον πείσαιμ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν
[
7
]
ἐπεὶ
τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός
[
8
]
αὐτίκα
γοῦν τῷ νόμῳ πολιτευόμενος κἂν φιλάργυρός τις ᾖ βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος
[
9
]
κἂν
φειδωλός τις ᾖ ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν
[
10
]
ὁ
γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι αὐτοὺς
[
11
]
καὶ
τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων
[
12
]
καὶ
τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων
[
13
]
καὶ
τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων
[
14
]
καὶ
μὴ νομίσητε παράδοξον εἶναι ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων
[
15
]
καὶ
τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας
[
16
]
πάντα
γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει
[
17
]
θυμούμενός
γέ τοι μωυσῆς κατὰ δαθαν καὶ αβιρων οὐ θυμῷ τι κατ αὐτῶν ἐποίησεν ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν
[
18
]
δυνατὸς
γὰρ ὁ σώφρων νοῦς ὡς ἔφην κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ καὶ ἀκυρῶσαι
[
19
]
ἐπεὶ
διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ ιακωβ τοὺς περὶ συμεων καὶ λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτῶν
[
20
]
εἰ
μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν οὐκ ἂν εἶπεν οὕτως
[
21
]
ὁπηνίκα
γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν
[
22
]
ἡνίκα
δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν
[
23
]
καὶ
τούτῳ νόμον ἔδωκεν καθ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν
[
24
]
πῶς
οὖν εἴποι τις ἄν εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατεῖ
Credit
Source:
sacred-texts.org
Top