[1]προσθέμενος δὲ αβρααμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα χεττουρα [2]ἔτεκεν δὲ αὐτῷ τὸν ζεμραν καὶ τὸν ιεξαν καὶ τὸν μαδαν καὶ τὸν μαδιαμ καὶ τὸν ιεσβοκ καὶ τὸν σωυε [3]ιεξαν δὲ ἐγέννησεν τὸν σαβα καὶ τὸν θαιμαν καὶ τὸν δαιδαν υἱοὶ δὲ δαιδαν ἐγένοντο ραγουηλ καὶ ναβδεηλ καὶ ασσουριιμ καὶ λατουσιιμ καὶ λοωμιμ [4]υἱοὶ δὲ μαδιαμ γαιφα καὶ αφερ καὶ ενωχ καὶ αβιρα καὶ ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ χεττουρας [5]ἔδωκεν δὲ αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ισαακ τῷ υἱῷ αὐτοῦ [6]καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν [7]ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη [8]καὶ ἐκλιπὼν ἀπέθανεν αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ [9]καὶ ἔθαψαν αὐτὸν ισαακ καὶ ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν εφρων τοῦ σααρ τοῦ χετταίου ὅ ἐστιν ἀπέναντι μαμβρη [10]τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο αβρααμ παρὰ τῶν υἱῶν χετ ἐκεῖ ἔθαψαν αβρααμ καὶ σαρραν τὴν γυναῖκα αὐτοῦ [11]ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν αβρααμ εὐλόγησεν ὁ θεὸς ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως [12]αὗται δὲ αἱ γενέσεις ισμαηλ τοῦ υἱοῦ αβρααμ ὃν ἔτεκεν αγαρ ἡ παιδίσκη σαρρας τῷ αβρααμ [13]καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισμαηλ κατ ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος ισμαηλ ναβαιωθ καὶ κηδαρ καὶ ναβδεηλ καὶ μασσαμ [14]καὶ μασμα καὶ ιδουμα καὶ μασση [15]καὶ χοδδαδ καὶ θαιμαν καὶ ιετουρ καὶ ναφες καὶ κεδμα [16]οὗτοί εἰσιν οἱ υἱοὶ ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν [17]καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ [18]κατῴκησεν δὲ ἀπὸ ευιλατ ἕως σουρ ἥ ἐστιν κατὰ πρόσωπον αἰγύπτου ἕως ἐλθεῖν πρὸς ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν [19]καὶ αὗται αἱ γενέσεις ισαακ τοῦ υἱοῦ αβρααμ αβρααμ ἐγέννησεν τὸν ισαακ [20]ἦν δὲ ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν ρεβεκκαν θυγατέρα βαθουηλ τοῦ σύρου ἐκ τῆς μεσοποταμίας ἀδελφὴν λαβαν τοῦ σύρου ἑαυτῷ γυναῖκα [21]ἐδεῖτο δὲ ισαακ κυρίου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ ρεβεκκα ἡ γυνὴ αὐτοῦ [22]ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου [23]καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι [24]καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς [25]ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ησαυ [26]καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιακωβ ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς ρεβεκκα [27]ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν [28]ἠγάπησεν δὲ ισαακ τὸν ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ ρεβεκκα δὲ ἠγάπα τὸν ιακωβ [29]ἥψησεν δὲ ιακωβ ἕψεμα ἦλθεν δὲ ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων [30]καὶ εἶπεν ησαυ τῷ ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ εδωμ [31]εἶπεν δὲ ιακωβ τῷ ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί [32]εἶπεν δὲ ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια [33]καὶ εἶπεν αὐτῷ ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ ησαυ τὰ πρωτοτόκια τῷ ιακωβ [34]ιακωβ δὲ ἔδωκεν τῷ ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤχετο καὶ ἐφαύλισεν ησαυ τὰ πρωτοτόκια
Credit

Source: sacred-texts.org
Top