The Septuagint
LXX
➕
←
Genesis
Gen
49
→
[
1
]
ἐκάλεσεν
δὲ ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ ἐσχάτων τῶν ἡμερῶν
[
2
]
ἀθροίσθητε
καὶ ἀκούσατε υἱοὶ ιακωβ ἀκούσατε ισραηλ τοῦ πατρὸς ὑμῶν
[
3
]
ρουβην
πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης
[
4
]
ἐξύβρισας
ὡς ὕδωρ μὴ ἐκζέσῃς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὗ ἀνέβης
[
5
]
συμεων
καὶ λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν
[
6
]
εἰς
βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον
[
7
]
ἐπικατάρατος
ὁ θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν ισραηλ
[
8
]
ιουδα
σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου
[
9
]
σκύμνος
λέοντος ιουδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερεῖ αὐτόν
[
10
]
οὐκ
ἐκλείψει ἄρχων ἐξ ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν
[
11
]
δεσμεύων
πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ
[
12
]
χαροποὶ
οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα
[
13
]
ζαβουλων
παράλιος κατοικήσει καὶ αὐτὸς παρ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως σιδῶνος
[
14
]
ισσαχαρ
τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων
[
15
]
καὶ
ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός
[
16
]
δαν
κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν ισραηλ
[
17
]
καὶ
γενηθήτω δαν ὄφις ἐφ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω
[
18
]
τὴν
σωτηρίαν περιμένω κυρίου
[
19
]
γαδ
πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας
[
20
]
ασηρ
πίων αὐτοῦ ὁ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν
[
21
]
νεφθαλι
στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος
[
22
]
υἱὸς
ηὐξημένος ιωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον
[
23
]
εἰς
ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων
[
24
]
καὶ
συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου ιακωβ ἐκεῖθεν ὁ κατισχύσας ισραηλ
[
25
]
παρὰ
θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας
[
26
]
εὐλογίας
πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ εὐλογίαις θινῶν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν ιωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν
[
27
]
βενιαμιν
λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν
[
28
]
πάντες
οὗτοι υἱοὶ ιακωβ δώδεκα καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς
[
29
]
καὶ
εἶπεν αὐτοῖς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ εφρων τοῦ χετταίου
[
30
]
ἐν
τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι μαμβρη ἐν τῇ γῇ χανααν ὃ ἐκτήσατο αβρααμ τὸ σπήλαιον παρὰ εφρων τοῦ χετταίου ἐν κτήσει μνημείου
[
31
]
ἐκεῖ
ἔθαψαν αβρααμ καὶ σαρραν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ ἔθαψαν ισαακ καὶ ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐκεῖ ἔθαψα λειαν
[
32
]
ἐν
κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν χετ
[
33
]
καὶ
κατέπαυσεν ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top