[1]αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν αδαμ κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν [2]ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν αδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς [3]ἔζησεν δὲ αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ [4]ἐγένοντο δὲ αἱ ἡμέραι αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [5]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν [6]ἔζησεν δὲ σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν ενως [7]καὶ ἔζησεν σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [8]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν [9]καὶ ἔζησεν ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν καιναν [10]καὶ ἔζησεν ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [11]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν [12]καὶ ἔζησεν καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν μαλελεηλ [13]καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [14]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν [15]καὶ ἔζησεν μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν ιαρεδ [16]καὶ ἔζησεν μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [17]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν [18]καὶ ἔζησεν ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν ενωχ [19]καὶ ἔζησεν ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [20]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν [21]καὶ ἔζησεν ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν μαθουσαλα [22]εὐηρέστησεν δὲ ενωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [23]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη [24]καὶ εὐηρέστησεν ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός [25]καὶ ἔζησεν μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν λαμεχ [26]καὶ ἔζησεν μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [27]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν [28]καὶ ἔζησεν λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν [29]καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός [30]καὶ ἔζησεν λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας [31]καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν [32]καὶ ἦν νωε ἐτῶν πεντακοσίων καὶ ἐγέννησεν νωε τρεῖς υἱούς τὸν σημ τὸν χαμ τὸν ιαφεθ
Credit

Source: sacred-texts.org
Top