The Septuagint
LXX
➕
←
Lamentations
Lam
3
→
[
1
]
ἐγὼ
ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ ἐμέ
[
2
]
παρέλαβέν
με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς
[
3
]
πλὴν
ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν
[
4
]
ἐπαλαίωσεν
σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν
[
5
]
ἀνῳκοδόμησεν
κατ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν
[
6
]
ἐν
σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος
[
7
]
ἀνῳκοδόμησεν
κατ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου
[
8
]
καί
γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου
[
9
]
ἀνῳκοδόμησεν
ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν
[
10
]
ἄρκος
ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις
[
11
]
κατεδίωξεν
ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην
[
12
]
ἐνέτεινεν
τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος
[
13
]
εἰσήγαγεν
τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ
[
14
]
ἐγενήθην
γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν
[
15
]
ἐχόρτασέν
με πικρίας ἐμέθυσέν με χολῆς
[
16
]
καὶ
ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν
[
17
]
καὶ
ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ
[
18
]
καὶ
εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου
[
19
]
ἐμνήσθην
ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου
[
20
]
μνησθήσεται
καὶ καταδολεσχήσει ἐπ ἐμὲ ἡ ψυχή μου
[
21
]
ταύτην
τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ
[
25
]
ἀγαθὸς
κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
[
26
]
καὶ
ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου
[
27
]
ἀγαθὸν
ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ
[
28
]
καθήσεται
κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ ἑαυτῷ
[
30
]
δώσει
τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν
[
31
]
ὅτι
οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος
[
32
]
ὅτι
ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
[
33
]
ὅτι
οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός
[
34
]
τοῦ
ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς
[
35
]
τοῦ
ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου
[
36
]
καταδικάσαι
ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν
[
37
]
τίς
οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο
[
38
]
ἐκ
στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν
[
39
]
τί
γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ
[
40
]
ἐξηρευνήθη
ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου
[
41
]
ἀναλάβωμεν
καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
[
42
]
ἡμαρτήσαμεν
ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης
[
43
]
ἐπεσκέπασας
ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω
[
44
]
ἐπεσκέπασας
νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς
[
45
]
καμμύσαι
με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν
[
46
]
διήνοιξαν
ἐφ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν
[
47
]
φόβος
καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή
[
48
]
ἀφέσεις
ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου
[
49
]
ὁ
ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν
[
50
]
ἕως
οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ
[
51
]
ὁ
ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως
[
52
]
θηρεύοντες
ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν
[
53
]
ἐθανάτωσαν
ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ ἐμοί
[
54
]
ὑπερεχύθη
ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι
[
55
]
ἐπεκαλεσάμην
τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου
[
56
]
φωνήν
μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου
[
57
]
εἰς
τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ
[
58
]
ἐδίκασας
κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου
[
59
]
εἶδες
κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου
[
60
]
εἶδες
πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί
[
61
]
ἤκουσας
τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ ἐμοῦ
[
62
]
χείλη
ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ ἐμοῦ ὅλην τὴν ἡμέραν
[
63
]
καθέδραν
αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν
[
64
]
ἀποδώσεις
αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν
[
65
]
ἀποδώσεις
αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖς
[
66
]
καταδιώξεις
ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριε
Credit
Source:
sacred-texts.org
Top