[1]Καὶ εἰσῆλθεν πάλιν ⸀εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
[2]καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιν αὐτοῦ.
[3]καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν⸃· ⸀Ἔγειρε εἰς τὸ μέσον.
[4]καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
[5]καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ.
[6]καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουν κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
[7]Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν⸃ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
[8]καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶ πέραν τοῦ Ἰορδάνου ⸁καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντες ὅσα ⸀ἐποίει ἦλθον πρὸς αὐτόν.
[9]καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν·
[10]πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
[11]καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
[12]καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν⸃ ⸀ποιήσωσιν.
[13]Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
[14]καὶ ἐποίησεν ⸀δώδεκα, ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
[15]καὶ ἔχειν ⸀ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
[16]καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,
[17]καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς),
[18]καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον
[19]καὶ Ἰούδαν ⸀Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
[20]Καὶ ⸀ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲ ἄρτον φαγεῖν.
[21]καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.
[22]καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
[23]καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
[24]καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
[25]καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται ⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃·
[26]καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη, οὐ δύναται ⸀στῆναι ἀλλὰ τέλος ἔχει.
[27]⸂ἀλλʼ οὐδεὶς δύναται⸃ ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.
[28]Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν·
[29]ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος.
[30]ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
[31]⸂Καὶ ἔρχονται⸃ ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ⸃ καὶ ἔξω ⸀στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντες αὐτόν.
[32]καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος⸃, ⸂καὶ λέγουσιν⸃ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε.
[33]καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει⸃· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ οἱ ἀδελφοί ⸀μου;
[34]καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ⸃ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
[35]ὃς ⸀γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴ καὶ μήτηρ ἐστίν.
|