The Septuagint
LXX
➕
←
Odes
Ode
11
→
[
1
]
προσευχὴ
εζεκιου
[
10
]
ἐγὼ
εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα
[
11
]
εἶπα
οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων
[
12
]
ἐξέλιπον
ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ ἐμοὶ ἐγένετο ὡς ἱστός ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν
[
13
]
ἐν
τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην
[
14
]
ὡς
χελιδών οὕτω φωνήσω καὶ ὡς περιστερά οὕτω μελετήσω ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον
[
15
]
ὃς
ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς
[
16
]
κύριε
περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα
[
17
]
εἵλου
γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου
[
18
]
οὐ
γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου
[
19
]
οἱ
ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου κύριε τῆς σωτηρίας μου
[
20
]
καὶ
οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ
Credit
Source:
sacred-texts.org
Top