The Septuagint
LXX
➕
←
Odes
Ode
9
→
[
1
]
προσευχὴ
μαριας τῆς θεοτόκου
[
46
]
μεγαλύνει
ἡ ψυχή μου τὸν κύριον
[
47
]
καὶ
ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
[
48
]
ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
[
49
]
ὅτι
ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
[
50
]
καὶ
τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν
[
51
]
ἐποίησεν
κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν
[
52
]
καθεῖλεν
δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς
[
53
]
πεινῶντας
ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς
[
54
]
ἀντελάβετο
ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους
[
55
]
καθὼς
ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν τῷ αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
[
68
]
προσευχὴ
ζαχαριου εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ισραηλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
[
69
]
καὶ
ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ δαυιδ τοῦ παιδὸς αὐτοῦ
[
70
]
καθὼς
ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ αἰῶνος προφητῶν αὐτοῦ
[
71
]
σωτηρίαν
ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς
[
72
]
ποιῆσαι
ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
[
73
]
ὅρκον
ὃν ὤμοσεν πρὸς αβρααμ τὸν πατέρα ἡμῶν
[
74
]
τοῦ
δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας
[
75
]
λατρεύειν
αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν
[
76
]
καὶ
σὺ δέ παιδίον προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
[
77
]
τοῦ
δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν
[
78
]
διὰ
σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
[
79
]
ἐπιφᾶναι
τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης
Credit
Source:
sacred-texts.org
Top