[3]ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ [4]πλοῦτος προστίθησιν φίλους πολλούς ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται [5]μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται [6]πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί [7]πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ καὶ φιλίας μακρὰν ἔσται ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται [8] κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά [9]μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ ἂν ἐκκαύσῃ κακίαν ἀπολεῖται ὑπ αὐτῆς [10]οὐ συμφέρει ἄφρονι τρυφή καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ ὕβρεως δυναστεύειν [11]ἐλεήμων ἀνὴρ μακροθυμεῖ τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις [12]βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ οὕτως τὸ ἱλαρὸν αὐτοῦ [13]αἰσχύνη πατρὶ υἱὸς ἄφρων καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας [14]οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί [15]δειλία κατέχει ἀνδρογύναιον ψυχὴ δὲ ἀεργοῦ πεινάσει [16]ὃς φυλάσσει ἐντολήν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται [17]δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ [18]παίδευε υἱόν σου οὕτως γὰρ ἔσται εὔελπις εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου [19]κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται ἐὰν δὲ λοιμεύηται καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει [20]ἄκουε υἱέ παιδείαν πατρός σου ἵνα σοφὸς γένῃ ἐπ ἐσχάτων σου [21]πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει [22]καρπὸς ἀνδρὶ ἐλεημοσύνη κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης [23]φόβος κυρίου εἰς ζωὴν ἀνδρί ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις [24] ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς [25]λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον νοήσει αἴσθησιν [26] ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται [27]υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς [28] ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις [29]ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων
Credit

Source: sacred-texts.org
Top