The Septuagint
LXX
➕
Psalms of Solomon
PsS
1
→
[
1
]
ἐβόησα
πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς
[
2
]
ἐξάπινα
ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἶπα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης
[
3
]
ἐλογισάμην
ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις
[
4
]
ὁ
πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς
[
5
]
ὑψώθησαν
ἕως τῶν ἄστρων εἶπαν οὐ μὴ πέσωσιν
[
6
]
καὶ
ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν
[
7
]
αἱ
ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ᾔδειν
[
8
]
αἱ
ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει πσσολ ψαλμὸς τῷ σαλωμων περὶ ιερουσαλημ
Credit
Source:
sacred-texts.org
Top