[1]πιστὸς κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ [2]τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν [3]ὅσιοι κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα ὁ παράδεισος τοῦ κυρίου τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ [4] φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ [5]ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν ισραηλ [6]καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν [7]ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ [8]ὅτι ὁδοὶ ἀνθρώπων γνωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός καὶ ταμίεια καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι [9]διὰ τοῦτο ἡ κληρονομία αὐτῶν ᾅδης καὶ σκότος καὶ ἀπώλεια καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων [10]οἱ δὲ ὅσιοι κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ πσσολ ψαλμὸς τῷ σαλωμων μετὰ ᾠδῆς
Credit

Source: sacred-texts.org
Top