The Septuagint
LXX
➕
←
Psalms
Psa
100
→
[
1
]
τῷ
δαυιδ ψαλμός ἔλεος καὶ κρίσιν ᾄσομαί σοι κύριε
[
2
]
ψαλῶ
καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ πότε ἥξεις πρός με διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου
[
3
]
οὐ
προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον ποιοῦντας παραβάσεις ἐμίσησα
[
4
]
οὐκ
ἐκολλήθη μοι καρδία σκαμβή ἐκκλίνοντος ἀπ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον
[
5
]
τὸν
καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ τοῦτον ἐξεδίωκον ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ τούτῳ οὐ συνήσθιον
[
6
]
οἱ
ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ ἐμοῦ πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει
[
7
]
οὐ
κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου
[
8
]
εἰς
τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν
Credit
Source:
sacred-texts.org
Top