The Septuagint
LXX
➕
←
Psalms
Psa
136
→
[
1
]
τῷ
δαυιδ ἐπὶ τῶν ποταμῶν βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς σιων
[
2
]
ἐπὶ
ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν
[
3
]
ὅτι
ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν σιων
[
4
]
πῶς
ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας
[
5
]
ἐὰν
ἐπιλάθωμαί σου ιερουσαλημ ἐπιλησθείη ἡ δεξιά μου
[
6
]
κολληθείη
ἡ γλῶσσά μου τῷ λάρυγγί μου ἐὰν μή σου μνησθῶ ἐὰν μὴ προανατάξωμαι τὴν ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου
[
7
]
μνήσθητι
κύριε τῶν υἱῶν εδωμ τὴν ἡμέραν ιερουσαλημ τῶν λεγόντων ἐκκενοῦτε ἐκκενοῦτε ἕως ὁ θεμέλιος ἐν αὐτῇ
[
8
]
θυγάτηρ
βαβυλῶνος ἡ ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ὃ ἀνταπέδωκας ἡμῖν
[
9
]
μακάριος
ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν
Credit
Source:
sacred-texts.org
Top