The Septuagint
LXX
➕
←
Psalms
Psa
28
→
[
1
]
ψαλμὸς
τῷ δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν
[
2
]
ἐνέγκατε
τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ
[
3
]
φωνὴ
κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν
[
4
]
φωνὴ
κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ
[
5
]
φωνὴ
κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ λιβάνου
[
6
]
καὶ
λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων
[
7
]
φωνὴ
κυρίου διακόπτοντος φλόγα πυρός
[
8
]
φωνὴ
κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον καδης
[
9
]
φωνὴ
κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν
[
10
]
κύριος
τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα
[
11
]
κύριος
ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ
Credit
Source:
sacred-texts.org
Top