The Septuagint
LXX
➕
←
Psalms
Psa
31
→
[
1
]
τῷ
δαυιδ συνέσεως μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι
[
2
]
μακάριος
ἀνήρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος
[
3
]
ὅτι
ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν
[
4
]
ὅτι
ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ ἐμὲ ἡ χείρ σου ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν διάψαλμα
[
5
]
τὴν
ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα εἶπα ἐξαγορεύσω κατ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου διάψαλμα
[
6
]
ὑπὲρ
ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν
[
7
]
σύ
μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με διάψαλμα
[
8
]
συνετιῶ
σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου
[
9
]
μὴ
γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστιν σύνεσις ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ
[
10
]
πολλαὶ
αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει
[
11
]
εὐφράνθητε
ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
Credit
Source:
sacred-texts.org
Top