The Septuagint
LXX
➕
←
Psalms
Psa
71
→
[
1
]
εἰς
σαλωμων ὁ θεός τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως
[
2
]
κρίνειν
τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει
[
3
]
ἀναλαβέτω
τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ
[
4
]
κρινεῖ
τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην
[
5
]
καὶ
συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν
[
6
]
καὶ
καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν
[
7
]
ἀνατελεῖ
ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη
[
8
]
καὶ
κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης
[
9
]
ἐνώπιον
αὐτοῦ προπεσοῦνται αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν
[
10
]
βασιλεῖς
θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν βασιλεῖς ἀράβων καὶ σαβα δῶρα προσάξουσιν
[
11
]
καὶ
προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ
[
12
]
ὅτι
ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχεν βοηθός
[
13
]
φείσεται
πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει
[
14
]
ἐκ
τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ
[
15
]
καὶ
ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ἀραβίας καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν
[
16
]
ἔσται
στήριγμα ἐν τῇ γῇ ἐπ ἄκρων τῶν ὀρέων ὑπεραρθήσεται ὑπὲρ τὸν λίβανον ὁ καρπὸς αὐτοῦ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς
[
17
]
ἔστω
τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν
[
18
]
εὐλογητὸς
κύριος ὁ θεὸς ὁ θεὸς ισραηλ ὁ ποιῶν θαυμάσια μόνος
[
19
]
καὶ
εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ γένοιτο γένοιτο
[
20
]
ἐξέλιπον
οἱ ὕμνοι δαυιδ τοῦ υἱοῦ ιεσσαι
Credit
Source:
sacred-texts.org
Top