[1]εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ ασαφ ᾠδὴ πρὸς τὸν ἀσσύριον [2]γνωστὸς ἐν τῇ ιουδαίᾳ ὁ θεός ἐν τῷ ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ [3]καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν σιων [4]ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα [5]φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων [6]ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν [7]ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους [8]σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου [9]ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν [10]ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα [11]ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι [12]εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα [13]τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς
Credit

Source: sacred-texts.org
Top