The Septuagint
LXX
➕
←
Sirach
Sir
49
→
[
1
]
μνημόσυνον
ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου
[
2
]
αὐτὸς
κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας
[
3
]
κατεύθυνεν
πρὸς κύριον τὴν καρδίαν αὐτοῦ ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν
[
4
]
πάρεξ
δαυιδ καὶ εζεκιου καὶ ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου οἱ βασιλεῖς ιουδα ἐξέλιπον
[
5
]
ἔδωκαν
γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ
[
6
]
ἐνεπύρισαν
ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
[
7
]
ἐν
χειρὶ ιερεμιου ἐκάκωσαν γὰρ αὐτόν καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν
[
8
]
ιεζεκιηλ
ὃς εἶδεν ὅρασιν δόξης ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν
[
9
]
καὶ
γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς
[
10
]
καὶ
τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν παρεκάλεσαν γὰρ τὸν ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος
[
11
]
πῶς
μεγαλύνωμεν τὸν ζοροβαβελ καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός
[
12
]
οὕτως
ἰησοῦς υἱὸς ιωσεδεκ οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος
[
13
]
καὶ
νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν
[
14
]
οὐδεὶς
ἐκτίσθη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος ενωχ καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς
[
15
]
οὐδὲ
ὡς ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν στήριγμα λαοῦ καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν
[
16
]
σημ
καὶ σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει αδαμ
Credit
Source:
sacred-texts.org
Top