«
Westcott/Hort Greek NT (1881)
W/H GNT
The Septuagint
LXX
[No book] [1]καὶ ἔστησεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ασαφ καὶ αιμαν καὶ ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν
[No book] [2]υἱοὶ ασαφ ζακχουρ καὶ ιωσηφ καὶ ναθανιας καὶ εραηλ υἱοὶ ασαφ ἐχόμενοι ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως
[No book] [3]τῷ ιδιθων υἱοὶ ιδιθων γοδολια καὶ σουρι καὶ ισαια καὶ σεμεϊ καὶ ασαβια καὶ ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ
[No book] [4]τῷ αιμανι υἱοὶ αιμαν βουκιας καὶ μανθανιας καὶ αζαραηλ καὶ σουβαηλ καὶ ιεριμωθ καὶ ανανιας καὶ ανανι καὶ ηλιαθα καὶ γοδολλαθι καὶ ρωμεμθι-ωδ καὶ ιεσβακασα καὶ μαλληθι καὶ ωθηρι καὶ μεαζωθ
[No book] [5]πάντες οὗτοι υἱοὶ τῷ αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς
[No book] [6]πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ ασαφ καὶ ιδιθων καὶ αιμανι
[No book] [7]καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ
[No book] [8]καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων
[No book] [9]καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ασαφ τῷ ιωσηφ γοδολια ὁ δεύτερος ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο
[No book] [10]ὁ τρίτος ζακχουρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [11]ὁ τέταρτος ιεσδρι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [12]ὁ πέμπτος ναθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [13]ὁ ἕκτος βουκιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [14]ὁ ἕβδομος ισεριηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [15]ὁ ὄγδοος ιωσια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [16]ὁ ἔνατος μανθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [17]ὁ δέκατος σεμεϊ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [18]ὁ ἑνδέκατος αζαρια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [19]ὁ δωδέκατος ασαβια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [20]ὁ τρισκαιδέκατος σουβαηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [21]ὁ τεσσαρεσκαιδέκατος ματταθιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [22]ὁ πεντεκαιδέκατος ιεριμωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [23]ὁ ἑκκαιδέκατος ανανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [24]ὁ ἑπτακαιδέκατος ιεσβακασα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [25]ὁ ὀκτωκαιδέκατος ανανι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [26]ὁ ἐννεακαιδέκατος μελληθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [27]ὁ εἰκοστὸς ελιαθα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [28]ὁ εἰκοστὸς πρῶτος ηθιρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [29]ὁ εἰκοστὸς δεύτερος γοδολλαθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [30]ὁ τρίτος καὶ εἰκοστὸς μεαζωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
[No book] [31]ὁ τέταρτος καὶ εἰκοστὸς ρωμεμθι-ωδ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Source: sacred-texts.org
Top