The Septuagint
LXX
➕
←
1 Chronicles
1Ch
26
→
[
1
]
εἰς
διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ
[
2
]
καὶ
τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος
[
3
]
ωλαμ
ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος
[
4
]
καὶ
τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος
[
5
]
αμιηλ
ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός
[
6
]
καὶ
τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν
[
7
]
υἱοὶ
σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ
[
8
]
πάντες
ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ
[
9
]
καὶ
τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί
[
10
]
καὶ
τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
[
11
]
τῆς
διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα
[
12
]
τούτοις
αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου
[
13
]
καὶ
ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα
[
14
]
καὶ
ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ
[
15
]
τῷ
αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
[
16
]
εἰς
δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς
[
17
]
πρὸς
ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο
[
18
]
εἰς
διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους
[
19
]
αὗται
αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι
[
20
]
καὶ
οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων
[
21
]
υἱοὶ
λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ
[
22
]
καὶ
υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου
[
23
]
τῷ
αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ
[
24
]
καὶ
σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν
[
25
]
καὶ
τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ
[
26
]
αὐτὸς
σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως
[
27
]
ἃ
ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
[
28
]
καὶ
ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ
[
29
]
τῷ
ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν
[
30
]
τῷ
χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως
[
31
]
τοῦ
χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος
[
32
]
καὶ
οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως
Credit
Source:
sacred-texts.org
Top