«
SBL Greek NT (2010)
SBL
Young's Literal Translation
YLT
[1]Παῦλος κλητὸς ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς [1]Paul, a called apostle of Jesus Christ, through the will of God, and Sosthenes the brother,
[2]τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ,⸃ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν· [2]to the assembly of God that is in Corinth, to those sanctified in Christ Jesus, called saints, with all those calling upon the name of our Lord Jesus Christ in every place -- both theirs and ours:
[3]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. [3]Grace to you and peace from God our Father and the Lord Jesus Christ!
[4]Εὐχαριστῶ τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, [4]I give thanks to my God always concerning you for the grace of God that was given to you in Christ Jesus,
[5]ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, [5]that in every thing ye were enriched in him, in all discourse and all knowledge,
[6]καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, [6]according as the testimony of the Christ was confirmed in you,
[7]ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· [7]so that ye are not behind in any gift, waiting for the revelation of our Lord Jesus Christ,
[8]ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. [8]who also shall confirm you unto the end -- unblamable in the day of our Lord Jesus Christ;
[9]πιστὸς ὁ θεὸς διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. [9]faithful [is] God, through whom ye were called to the fellowship of His Son Jesus Christ our Lord.
[10]Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. [10]And I call upon you, brethren, through the name of our Lord Jesus Christ, that the same thing ye may all say, and there may not be divisions among you, and ye may be perfected in the same mind, and in the same judgment,
[11]ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. [11]for it was signified to me concerning you, my brethren, by those of Chloe, that contentions are among you;
[12]λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. [12]and I say this, that each one of you saith, `I, indeed, am of Paul' -- `and I of Apollos,' -- `and I of Cephas,' -- `and I of Christ.'
[13]μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; [13]Hath the Christ been divided? was Paul crucified for you? or to the name of Paul were ye baptized;
[14]⸀εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, [14]I give thanks to God that no one of you did I baptize, except Crispus and Gaius --
[15]ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε· [15]that no one may say that to my own name I did baptize;
[16]ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. [16]and I did baptize also Stephanas' household -- further, I have not known if I did baptize any other.
[17]οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. [17]For Christ did not send me to baptize, but -- to proclaim good news; not in wisdom of discourse, that the cross of the Christ may not be made of none effect;
[18]Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. [18]for the word of the cross to those indeed perishing is foolishness, and to us -- those being saved -- it is the power of God,
[19]γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. [19]for it hath been written, `I will destroy the wisdom of the wise, and the intelligence of the intelligent I will bring to nought;'
[20]ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου; [20]where [is] the wise? where the scribe? where a disputer of this age? did not God make foolish the wisdom of this world?
[21]ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. [21]for, seeing in the wisdom of God the world through the wisdom knew not God, it did please God through the foolishness of the preaching to save those believing.
[22]ἐπειδὴ καὶ Ἰουδαῖοι ⸀σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· [22]Since also Jews ask a sign, and Greeks seek wisdom,
[23]ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ⸀ἔθνεσιν δὲ μωρίαν, [23]also we -- we preach Christ crucified, to Jews, indeed, a stumbling-block, and to Greeks foolishness,
[24]αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. [24]and to those called -- both Jews and Greeks -- Christ the power of God, and the wisdom of God,
[25]ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ⸀ἀνθρώπων. [25]because the foolishness of God is wiser than men, and the weakness of God is stronger than men;
[26]Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· [26]for see your calling, brethren, that not many [are] wise according to the flesh, not many mighty, not many noble;
[27]ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα ⸂καταισχύνῃ τοὺς σοφούς⸃, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, [27]but the foolish things of the world did God choose, that the wise He may put to shame; and the weak things of the world did God choose that He may put to shame the strong;
[28]καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, ⸀τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, [28]and the base things of the world, and the things despised did God choose, and the things that are not, that the things that are He may make useless --
[29]ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. [29]that no flesh may glory before Him;
[30]ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ⸂σοφία ἡμῖν⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, [30]and of Him ye -- ye are in Christ Jesus, who became to us from God wisdom, righteousness also, and sanctification, and redemption,
[31]ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. [31]that, according as it hath been written, `He who is glorying -- in the Lord let him glory.'
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Source: unbound.biola.edu
Top