|
[1]Though I speake with the tongues of men and of Angels, and haue not loue, I am [as] soundyng brasse, or [as] a tincklyng Cimball |
[1]Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. |
[2]And though I coulde prophesie, and vnderstoode all secretes, and all knowledge: Yea, if I had all fayth, so that I coulde moue mountaynes out of their places, and haue not loue, I were nothyng |
[2]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. |
[3]And though I bestowe all my goodes to feede the poore, and though I geue my body that I burned, and haue not loue, it profiteth me nothyng |
[3]καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. |
[4]Loue suffreth long, and is curteous: Loue enuieth not, loue doth not frowardely, swelleth not |
[4]῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, |
[5]Dealeth not dishonestlie, seeketh not her owne, is not prouoked to anger, thynketh none euyll |
[5]οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, |
[6]Reioyceth not in iniquitie: bur reioyceth in the trueth |
[6]οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· |
[7]Suffreth all thynges, beleueth all thynges, hopeth all thynges, endureth all thynges |
[7]πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. |
[8]Though ye prophesiynges fayle, other tongues ceasse, or knowledge vanishe away, [yet] loue falleth neuer away |
[8]ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. |
[9]For our knowledge is vnperfect, and our prophesiyng is vnperfect |
[9]ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· |
[10]But when that which is perfect, is come, then that which is vnperfect shalbe done away |
[10]ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. |
[11]When I was a chylde, I spake as a childe, I vnderstode as a childe, I imagined as a chylde: But assoone as I was a man, I put away chyldishnesse |
[11]ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. |
[12]Nowe we see in a glasse, euen in a darke speakyng: but then [shall we see] face to face. Nowe I knowe vnperfectly: but then shall I knowe euen as I am knowen |
[12]βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. |
[13]Nowe abydeth fayth, hope, and loue, these three, but the chiefe of these is loue |
[13]νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. |