«
Wycliffe's English Translation (1388)
Wyc
Tregelles’ 2nd ed. from Alexandrinus, et al (1879)
Tregelles GNT
[1]`Sotheli, britheren, Y make the gospel knowun to you, which Y haue prechid to you, the which also ye han takun, in which ye stonden, [1]Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε
[2]also bi which ye schulen be sauyd; `bi which resoun Y haue prechid to you, if ye holden, `if ye han not bileuyd ideli. [2]δι᾽ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.
[3]For Y bitook to you at the bigynnyng that thing which also Y haue resseyued; that Crist was deed for oure synnes, bi the scripturis; [3]παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
[4]and that he was biried, and that he roos ayen in the thridde dai, after scripturis; [4]καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
[5]and that he was seyn to Cephas, and aftir these thingis to enleuene; [5]καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.
[6]aftirward he was seyn to mo than fyue hundrid britheren togidere, of whiche manye lyuen yit, but summe ben deed; aftirward he was seyn to James, [6]ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν.
[7]and aftirward to alle the apostlis. [7]ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν.
[8]And last of alle he was seyn also to me, as to a deed borun child. [8]ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
[9]For Y am the leste of apostlis, that am not worthi to be clepid apostle, for Y pursuede the chirche of God. [9]ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
[10]But bi the grace of God Y am that thing that Y am; and his grace was not voide in me. For Y trauelide more plenteuously than alle thei; but not Y, but the grace of God with me. [10]χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.
[11]But whether Y, or thei, so we han prechid, and so ye han bileuyd. [11]εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
[12]And if Crist is prechid, that he roos ayen fro deeth, hou seien summen among you, that the ayenrisyng of deed men is not? [12]εἰ δὲ χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
[13]And if the ayenrisyng of deed men is not, nethir Crist roos ayen fro deeth. [13]εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ χριστὸς ἐγήγερται·
[14]And if Crist roos not, oure preching is veyn, oure feith is veyn. [14]εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν.
[15]And we ben foundun false witnessis of God, for we han seid witnessyng ayens God, that he reiside Crist, whom he reiside not, if deed men risen not ayen. [15]εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν εἴ περ ἄρα νεκροὶ οὐκ ἐγείρονται·
[16]Forwhi if deed men risen not ayen, nether Crist roos ayen; [16]εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ χριστὸς ἐγήγερται·
[17]and if Crist roos not ayen, oure feith is veyn; and yit ye ben in youre synnes. [17]εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,
[18]And thanne thei that han diede in Crist, han perischid. [18]ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῷ, ἀπώλοντο.
[19]If in this life oneli we ben hoping in Crist, we ben more wretchis than alle men. [19]εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
[20]But now Crist roos ayen fro deth, the firste fruit of deed men; [20]νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
[21]for deeth was bi a man, and bi a man is ayenrisyng fro deth. [21]Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.
[22]And as in Adam alle men dien, so in Crist alle men schulen be quykenyd. [22]ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται.
[23]But ech man in his ordre; the firste fruit, Crist, afterward thei that ben of Crist, that bileueden in the comyng of Crist; [23]ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
[24]aftirward an ende, whanne he schal bitake the kyngdom to God and to the fadir, whanne he schal auoide al princehod, and power, and vertu. [24]εἶτα τὸ τέλος, ὅταν παραδιδοῖ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·
[25]But it bihoueth hym to regne, til he putte alle hise enemyes vndur hise feet. [25]δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
[26]And at the laste, deth the enemye schal be distried; for he hath maad suget alle thingis vndur hise feet. [26]ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
[27]And whanne he seith, alle thingis ben suget to hym, with outen doubt outakun hym that sugetide alle thingis to hym. [27]Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·
[28]And whanne alle thingis ben suget to hym, thanne the sone hym silf schal be suget to hym, that made `alle thingis suget to hym, that God be alle thingis in alle thingis. [28]ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.
[29]Ellis what schulen thei do, that ben baptisid for deed men, if in no wise deed men risen ayen? wherto ben thei baptisid for hem? [29]ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι; ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται· τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
[30]And wherto ben we in perel euery our? [30]τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
[31]Ech dai Y die for youre glorie, britheren, which glorie Y haue in Crist Jhesu oure Lord. [31]καθ᾽ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
[32]If aftir man Y haue fouyten to beestis at Efesi, what profitith it to me, if deed men risen not ayen? Ete we, and drynke we, for we schulen die to morewe. [32]εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
[33]Nyle ye be disseyued; for yuel spechis distrien good thewis. [33]μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρῆστα ὁμιλίαι κακαί.
[34]Awake ye, iuste men, and nyle ye do synne; for summen han ignoraunce of God, but to reuerence Y speke to you. [34]ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
[35]But summan seith, Hou schulen deed men rise ayen, or in what maner bodi schulen thei come? [35]Ἀλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
[36]Vnwise man, that thing that thou sowist, is not quykened, but it die first; [36]ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ·
[37]and that thing that thou sowist, `thou sowist not the bodi that is to come, but a nakid corn, as of whete, or of summe othere seedis; [37]καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·
[38]and God yyueth to it a bodi, as he wole, and to ech of seedis a propir bodi. [38]ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
[39]Not ech fleisch is the same fleisch, but oon is of men, another is of beestis, another is of briddis, an othere of fischis. [39]οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
[40]And `heuenli bodies ben, and `ertheli bodies ben; but oon glorie is of heuenely bodies, and anothir is of ertheli. [40]καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
[41]An othere clerenesse is of the sunne, anothere clerenesse is of the moone, and anothere clerenesse is of sterris; and a sterre dyuersith fro a sterre in clerenesse. [41]ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
[42]And so the ayenrisyng of deed men. It is sowun in corrupcioun, it schal rise in vncorrupcioun; [42]οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
[43]it is sowun in vnnoblei, it schal rise in glorie; it is sowun in infirmyte, it schal rise in vertu; [43]σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
[44]it is sowun a beestly bodi, it schal rise a spiritual bodi. If ther is a beestli bodi, ther is also a spiritual bodi; [44]Σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
[45]as it is writun, The firste man Adam was maad in to a soule lyuynge, the laste Adam in to a spirit quykenynge. [45]οὕτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν,· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.
[46]But the firste is not that that is spiritual, but that that is beestlich, aftirward that that is spiritual. [46]ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
[47]The firste man of erthe is ertheli; the secounde man of heuene is heuenelich. [47]ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
[48]Such as the ertheli man is, such ben the ertheli men; and such as the heueneli man is, suche ben also the heueneli men. [48]οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
[49]Therfor as we han bore the ymage of the ertheli man, bere we also the ymage of the heuenli. [49]καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
[50]Britheren, Y seie this thing, that fleisch and bloud moun not welde the kyngdom of God, nethir corrupcioun schal welde vncorrupcioun. [50]Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
[51]Lo! Y seie to you priuyte of hooli thingis. And alle we schulen rise ayen, but not alle we schulen be chaungid; [51]ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
[52]in a moment, in the twynklyng of an iye, in the laste trumpe; for the trumpe schal sowne, and deed men schulen rise ayen, with oute corrupcioun, and we schulen be chaungid. [52]ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
[53]For it byhoueth this corruptible thing to clothe vncorrupcioun, and this deedli thing to putte awei vndeedlinesse. [53]δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
[54]But whanne this deedli thing schal clothe vndeedlynesse, thanne schal the word be doon, that is writun, Deth is sopun vp in victorie. [54]ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
[55]Deth, where is thi victorie? Deth, where is thi pricke? [55]Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;
[56]But the pricke of deth is synne; and the vertu of synne is the lawe. [56]τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
[57]But do we thankyngis to God, that yaf to vs victorie bi oure Lord Jhesu Crist. [57]τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.
[58]Therfore, my dereworthe britheren, be ye stidefast, and vnmouable, beynge plenteuouse in werk of the Lord, euere more witynge that youre trauel is not idel in the Lord. [58]ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
Author: John Wycliffe (1328 – 1384)
Author: Samuel Prideaux Tregelles, LL. D. (1813–1875)
Source: www.hagiascriptura.com

See information...
Top