[1]τότε σισίννης ὁ ἔπαρχος κοίλης συρίας καὶ φοινίκης καὶ σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως δαρείου προσταγεῖσιν [2]ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν ιουδαίων καὶ ἱεροστάταις [3]καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων αγγαιου καὶ ζαχαριου τῶν προφητῶν [4]καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ ισραηλ [5]καὶ μετὰ τῆς γνώμης κύρου καὶ δαρείου καὶ ἀρταξέρξου βασιλέως περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς αδαρ τοῦ ἕκτου ἔτους βασιλέως δαρείου [6]καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ μωυσέως βίβλῳ [7]καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους [8]χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ ισραηλ δώδεκα [9]καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ ισραηλ ἀκολούθως τῇ μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ ἑκάστου πυλῶνος [10]καὶ ἠγάγοσαν οἱ υἱοὶ ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἅμα [11]καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν ὅτι οἱ λευῖται ἅμα πάντες ἡγνίσθησαν [12]καὶ ἔθυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς [13]καὶ ἐφάγοσαν οἱ υἱοὶ ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς ζητοῦντες τὸν κύριον [14]καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου [15]ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως ἀσσυρίων ἐπ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ ισραηλ
Credit

Source: sacred-texts.org
Top