«
The Septuagint
LXX
The Bishops' Bible (1568)
Bishop
[1]καὶ εἶπεν ηλιου ὁ προφήτης ὁ θεσβίτης ἐκ θεσβων τῆς γαλααδ πρὸς αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου [1]And Elias ye Thesbite, which was of the inhabiters of Gilead, sayde vnto Ahab: As the Lorde God of Israel lyueth, before whom I stande, there shalbe neither deawe nor rayne these yeres, but according to my worde
[2]καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ηλιου [2]And the worde of the Lorde came vnto him, saying
[3]πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ χορραθ τοῦ ἐπὶ προσώπου τοῦ ιορδάνου [3]Get thee hence, & turne thee eastward, and hide thy selfe in the brooke Cherith, that is, it that lyeth before Iordane
[4]καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ [4]Thou shalt drinke of the ryuer, and I haue commaunded the rauens to feede thee there
[5]καὶ ἐποίησεν ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ χορραθ ἐπὶ προσώπου τοῦ ιορδάνου [5]And so he went, and did according vnto the word of the Lorde: for he went, and dwelt by the brooke Cherith that is before Iordane
[6]καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ [6]And the rauens brought him bread and fleshe in the morning, and likewyse bread and fleshe in the euening: and he drancke of the brooke
[7]καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς [7]And it chaunced after a while that the brooke dryed vp, because there fell no rayne vpon the earth
[8]καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς ηλιου [8]And the word of the Lorde came vnto him, saying
[9]ἀνάστηθι καὶ πορεύου εἰς σαρεπτα τῆς σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε [9]Up, and get thee to Zarphath, which is in Sidon, and dwell there: Beholde, I haue commaunded a wydow there to sustaine thee
[10]καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτῆς ηλιου καὶ εἶπεν αὐτῇ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι [10]So he arose, and went to Zarphath: and when he came to the gate of the citie, beholde the widow was there gathering of stickes: And he called to her, and said: set me I pray thee a litle water in a vessel, that I may drincke
[11]καὶ ἐπορεύθη λαβεῖν καὶ ἐβόησεν ὀπίσω αὐτῆς ηλιου καὶ εἶπεν λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου [11]And as she was going to fet it, he cryed after her, and saide: bryng me I pray thee a morsell of bread also in thyne hand
[12]καὶ εἶπεν ἡ γυνή ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα [12]She sayde: As the Lorde thy God lyueth, I haue no bread redy, but euen an handful of meale in a barrel, & a litle oyle in a cruse: And beholde, I am gathering two stickes, for to go in and dresse it for me and my sonne, that we may eate it, and dye
[13]καὶ εἶπεν πρὸς αὐτὴν ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ ἐσχάτου [13]And Elias saide vnto her, Feare not, go, and do as thou hast saide: but make me thereof a litle cake first of all, & bring it vnto me, and afterward make for thee and thy sonne
[14]ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς [14]For thus saith the Lord God of Israel: The meale in the barrel shall not be wasted, neither shal the oyle in the cruse be minished, vntil the Lorde haue sent rayne vpon the earth
[15]καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς [15]And she went, and did as Elias sayde: And she, and he, and her house, did eate a good space
[16]καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ ηλιου [16]And the meale wasted not out of the barrell, neither was the oyle spent out of the cruse, according to the word of the Lorde which he spake by the hande of Elias
[17]καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα [17]And after these thinges, it happened that the sonne of the wyfe of the house fel sicke, & his sicknesse was so sore that there was no breath left in him
[18]καὶ εἶπεν πρὸς ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ θεοῦ εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου [18]And she said vnto Elias: What haue I to do with thee O thou man of God? Art thou come vnto me to call my sinne againe to remembraunce, and to slay my sonne
[19]καὶ εἶπεν ηλιου πρὸς τὴν γυναῖκα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ [19]He saide vnto her: geue me thy sonne. And he toke him out of her lap, & caried him vp into a loft where he abode, and layde him vpon his owne bed
[20]καὶ ἀνεβόησεν ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ ἧς ἐγὼ κατοικῶ μετ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς [20]And called vnto the Lorde, and saide: O Lorde my God, hast thou punished also this wydow with whom I dwell as a straunger, & hast slaine her sonne
[21]καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν [21]And he stretched him selfe vpon the childe three tymes, and called vnto the Lorde, and saide: O Lorde my God, I pray thee let this childes soule come into him againe
[22]καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον [22]And the Lord heard the voyce of Elias, & the soule of the childe came into him againe, and he reuiued
[23]καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ηλιου βλέπε ζῇ ὁ υἱός σου [23]And Elias toke the boye, and brought him downe out of the chamber into the house, and deliuered him vnto his mother: And Elias saide, Behold, thy sonne lyueth
[24]καὶ εἶπεν ἡ γυνὴ πρὸς ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν [24]And the woman said vnto Elias: Now I knowe that thou art a man of God, and that the worde of the Lorde in thy mouth, is true
Source: sacred-texts.org
Source: studybible.org
Top