[1]καὶ ἦν ὁ βασιλεὺς σαλωμων βασιλεύων ἐπὶ ισραηλ [2]καὶ οὗτοι οἱ ἄρχοντες οἳ ἦσαν αὐτοῦ αζαριου υἱὸς σαδωκ [3]καὶ ελιαρεφ καὶ αχια υἱὸς σαβα γραμματεῖς καὶ ιωσαφατ υἱὸς αχιλιδ ὑπομιμνῄσκων [4]καὶ σαδουχ καὶ αβιαθαρ ἱερεῖς [5]καὶ ορνια υἱὸς ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ ζαβουθ υἱὸς ναθαν ἑταῖρος τοῦ βασιλέως [6]καὶ αχιηλ οἰκονόμος καὶ ελιαβ υἱὸς σαφ ἐπὶ τῆς πατριᾶς καὶ αδωνιραμ υἱὸς εφρα ἐπὶ τῶν φόρων [7]καὶ τῷ σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν [8]καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν βενωρ ἐν ὄρει εφραιμ εἷς [9]υἱὸς ρηχαβ ἐν μαχεμας καὶ βηθαλαμιν καὶ βαιθσαμυς καὶ αιλων ἕως βαιθαναν εἷς [10]υἱὸς εσωθ βηρβηθνεμα λουσαμηνχα καὶ ρησφαρα [11]χιναναδαβ καὶ αναφαθι ἀνὴρ ταβληθ θυγάτηρ σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα εἷς [12]βακχα υἱὸς αχιλιδ θααναχ καὶ μεκεδω καὶ πᾶς ὁ οἶκος σαν ὁ παρὰ σεσαθαν ὑποκάτω τοῦ εσραε καὶ ἐκ βαισαφουδ εβελμαωλα ἕως μαεβερ λουκαμ εἷς [13]υἱὸς γαβερ ἐν ρεμαθ γαλααδ τούτῳ σχοίνισμα ερεγαβα ἣ ἐν τῇ βασαν ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ εἷς [14]αχιναδαβ υἱὸς αχελ μααναιν εἷς [15]αχιμαας ἐν νεφθαλι καὶ οὗτος ἔλαβεν τὴν βασεμμαθ θυγατέρα σαλωμων εἰς γυναῖκα εἷς [16]βαανα υἱὸς χουσι ἐν τῇ μααλαθ εἷς [17]σαμαα υἱὸς ηλα ἐν τῷ βενιαμιν [18]γαβερ υἱὸς αδαι ἐν τῇ γῇ γαδ γῇ σηων βασιλέως τοῦ εσεβων καὶ ωγ βασιλέως τοῦ βασαν καὶ νασιφ εἷς ἐν γῇ ιουδα [19]ιωσαφατ υἱὸς φουασουδ ἐν ισσαχαρ
Credit

Source: sacred-texts.org
Top