«
The Septuagint
LXX
The First Book of Clement
1Clem
[1]καὶ ὁ βασιλεὺς ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ἐλυμαῒς ἐν τῇ περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ [No book]
[2]καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ ἀλέξανδρος ὁ τοῦ φιλίππου ὁ βασιλεὺς ὁ μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς ἕλλησι [No book]
[3]καὶ ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως [No book]
[4]καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς βαβυλῶνα [No book]
[5]καὶ ἦλθέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν ιουδα [No book]
[6]καὶ ἐπορεύθη λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν [No book]
[7]καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν βαιθσουραν πόλιν αὐτοῦ [No book]
[8]καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο [No book]
[9]καὶ ἦν ἐκεῖ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει [No book]
[10]καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης [No book]
[11]καὶ εἶπα τῇ καρδίᾳ ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου ἐν ᾧ νῦν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου [No book]
[12]νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας ιουδα διὰ κενῆς [No book]
[13]ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ [No book]
[14]καὶ ἐκάλεσεν φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ [No book]
[15]καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν [No book]
[16]καὶ ἀπέθανεν ἐκεῖ ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ [No book]
[17]καὶ ἐπέγνω λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν ἀντίοχον τὸν υἱὸν αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ εὐπάτωρ [No book]
[18]καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν [No book]
[19]καὶ ἐλογίσατο ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ αὐτούς [No book]
[20]καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς [No book]
[21]καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ ισραηλ [No book]
[22]καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν [No book]
[23]ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ [No book]
[24]καὶ περιεκάθηντο ἐπ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ ἡμῶν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο [No book]
[25]καὶ οὐκ ἐφ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν [No book]
[26]καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν βαιθσουραν ὠχύρωσαν [No book]
[27]καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν [No book]
[28]καὶ ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν [No book]
[29]καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί [No book]
[30]καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον [No book]
[31]καὶ ἦλθον διὰ τῆς ιδουμαίας καὶ παρενέβαλον ἐπὶ βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς [No book]
[32]καὶ ἀπῆρεν ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως [No book]
[33]καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν [No book]
[34]καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον [No book]
[35]καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη [No book]
[36]οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ αὐτοῦ [No book]
[37]καὶ πύργοι ξύλινοι ἐπ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ αὐτοῦ μηχαναῖς καὶ ἐφ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ αὐτοῖς καὶ ὁ ἰνδὸς αὐτοῦ [No book]
[38]καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν [No book]
[39]ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός [No book]
[40]καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως [No book]
[41]καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά [No book]
[42]καὶ ἤγγισεν ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες [No book]
[43]καὶ εἶδεν ελεαζαρος ὁ αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς [No book]
[44]καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον [No book]
[45]καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ αὐτοῦ ἔνθα καὶ ἔνθα [No book]
[46]καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ καὶ ἀπέθανεν ἐκεῖ [No book]
[47]καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ αὐτῶν [No book]
[48]οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν ιουδαίαν καὶ εἰς τὸ ὄρος σιων [No book]
[49]καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ βαιθσουρων καὶ ἐξῆλθον ἐκ τῆς πόλεως ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ ὅτι σάββατον ἦν τῇ γῇ [No book]
[50]καὶ κατελάβετο ὁ βασιλεὺς τὴν βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν [No book]
[51]καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας [No book]
[52]καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς [No book]
[53]βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως [No book]
[54]καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ [No book]
[55]καὶ ἤκουσεν λυσίας ὅτι φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν [No book]
[56]ἀπέστρεψεν ἀπὸ τῆς περσίδος καὶ μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ αὐτοῦ καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων [No book]
[57]καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ ἡμέραν καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας [No book]
[58]νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν [No book]
[59]καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα [No book]
[60]καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι καὶ ἐπεδέξαντο [No book]
[61]καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος [No book]
[62]καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν [No book]
[63]καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ἀντιόχειαν καὶ εὗρεν φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ [No book]
Source: sacred-texts.org
Translation: Charles H. Hoole (1885)
Source: www.earlychristianwritings.com
Top