|
[1]ויהי כאשר שב שאול מאחרי פלשתים ויגדו לו לאמר הנה דוד במדבר עין גדי |
[1]καὶ ἀνέβη δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς εγγαδδι |
[2]ויקח שאול שלשת אלפים איש בחור־מכל ישראל וילך לבקש את דוד ואנשיו על פני צורי היעלים |
[2]καὶ ἐγενήθη ὡς ἀνέστρεψεν σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι δαυιδ ἐν τῇ ἐρήμῳ εγγαδδι |
[3]ויבא אל גדרות הצאן על הדרך ושם מערה ויבא שאול להסך את רגליו ודוד ואנשיו בירכתי המערה ישבים |
[3]καὶ ἔλαβεν μεθ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ισραηλ καὶ ἐπορεύθη ζητεῖν τὸν δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον σαδαιεμ |
[4]ויאמרו אנשי דוד אליו הנה היום אשר אמר יהוה אליך הנה אנכי נתן את איביך [Q: איבך] בידך ועשית לו כאשר יטב בעיניך ויקם דוד ויכרת את כנף המעיל אשר לשאול־בלט |
[4]καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ καὶ ἦν ἐκεῖ σπήλαιον καὶ σαουλ εἰσῆλθεν παρασκευάσασθαι καὶ δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο |
[5]ויהי אחרי כן ויך לב דוד אתו־על אשר כרת את כנף אשר לשאול |
[5]καὶ εἶπον οἱ ἄνδρες δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡ ἡμέρα αὕτη ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ ἀνέστη δαυιδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος τῆς σαουλ λαθραίως |
[6]ויאמר לאנשיו חלילה לי מיהוה אם אעשה את הדבר הזה לאדני למשיח יהוה־לשלח ידי בו כי משיח יהוה הוא |
[6]καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία δαυιδ αὐτόν ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ |
[7]וישסע דוד את אנשיו בדברים ולא נתנם לקום אל שאול ושאול קם מהמערה וילך בדרך |
[7]καὶ εἶπεν δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ μηδαμῶς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος |
[8]ויקם דוד אחרי כן ויצא מן המערה [Q: מהמערה] ויקרא אחרי שאול לאמר אדני המלך ויבט שאול אחריו ויקד דוד אפים ארצה וישתחו |
[8]καὶ ἔπεισεν δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν σαουλ καὶ ἀνέστη σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν |
[9]ויאמר דוד לשאול למה תשמע את דברי אדם לאמר הנה דוד מבקש רעתך |
[9]καὶ ἀνέστη δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν δαυιδ ὀπίσω σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ |
[10]הנה היום הזה ראו עיניך את אשר נתנך יהוה היום בידי במערה ואמר להרגך ותחס עליך ואמר לא אשלח ידי באדני־כי משיח יהוה הוא |
[10]καὶ εἶπεν δαυιδ πρὸς σαουλ ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ἰδοὺ δαυιδ ζητεῖ τὴν ψυχήν σου |
[11]ואבי ראה־גם ראה את כנף מעילך בידי כי בכרתי את כנף מעילך ולא הרגתיך דע וראה כי אין בידי רעה ופשע ולא חטאתי לך־ואתה צדה את נפשי לקחתה |
[11]ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὗτός ἐστιν |
[12]ישפט יהוה ביני ובינך ונקמני יהוה ממך וידי לא תהיה בך |
[12]καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν |
[13]כאשר יאמר משל הקדמני מרשעים יצא רשע וידי לא תהיה בך |
[13]δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί |
[14]אחרי מי יצא מלך ישראל אחרי מי אתה רדף אחרי כלב מת אחרי פרעש אחד |
[14]καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ |
[15]והיה יהוה לדין ושפט ביני ובינך וירא וירב את ריבי וישפטני מידך |
[15]καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός |
[16]ויהי ככלות דוד לדבר את הדברים האלה אל שאול ויאמר שאול הקלך זה בני דוד וישא שאול קלו ויבך |
[16]γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου |
[17]ויאמר אל דוד צדיק אתה ממני כי אתה גמלתני הטובה ואני גמלתיך הרעה |
[17]καὶ ἐγένετο ὡς συνετέλεσεν δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς σαουλ καὶ εἶπεν σαουλ ἦ φωνή σου αὕτη τέκνον δαυιδ καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ σαουλ καὶ ἔκλαυσεν |
[18]ואת [Q: ואתה] הגדת היום את אשר עשיתה אתי טובה־את אשר סגרני יהוה בידך ולא הרגתני |
[18]καὶ εἶπεν σαουλ πρὸς δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά |
[19]וכי ימצא איש את איבו ושלחו בדרך טובה ויהוה ישלמך טובה תחת היום הזה אשר עשיתה לי |
[19]καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με |
[20]ועתה הנה ידעתי כי מלך תמלוך וקמה בידך ממלכת ישראל |
[20]καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά καθὼς πεποίηκας σήμερον |
[21]ועתה השבעה לי ביהוה אם תכרית את זרעי אחרי ואם תשמיד את שמי מבית אבי |
[21]καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία ισραηλ |
[22]וישבע דוד לשאול וילך שאול אל ביתו ודוד ואנשיו עלו על המצודה |
[22]καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου |
23[No verse] |
[23]καὶ ὤμοσεν δαυιδ τῷ σαουλ καὶ ἀπῆλθεν σαουλ εἰς τὸν τόπον αὐτοῦ καὶ δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν μεσσαρα στενήν |