|
[1]And the Philistines took the ark of God, and brought it from Abenezer to Azotus. |
[1]καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ αβεννεζερ εἰς ἄζωτον |
[2]And the Philistines took the ark of the Lord, and brought it into the house of Dagon, and set it by Dagon. |
[2]καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον δαγων καὶ παρέστησαν αὐτὴν παρὰ δαγων |
[3]And the people of Azotus rose early, and entered into the house of Dagon; and looked, and behold, Dagon had fallen on his face before the ark of the Lord: and they lifted up Dagon, and set him in his place. And the hand of the Lord was heavy upon the Azotians, and he plagued them, and he smote them in their secret parts, Azotus and her coasts. |
[3]καὶ ὤρθρισαν οἱ ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον δαγων καὶ εἶδον καὶ ἰδοὺ δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ καὶ ἤγειραν τὸν δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν τὴν ἄζωτον καὶ τὰ ὅρια αὐτῆς |
[4]And it came to pass when they rose early in the morning, behold, Dagon had fallen on his face before the ark of the covenant of the Lord; and the head of Dagon and both the palms of his hands were cut off each before the threshold, and both the wrists of his hands had fallen on the floor of the porch; only the stump of Dagon was left. |
[4]καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις δαγων ὑπελείφθη |
[5]Therefore the priests of Dagon, and every one that enters into the house of Dagon, do not tread upon the threshold of the house of Dagon in Azotus until this day, for they step over. |
[5]διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς δαγων καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον δαγων ἐπὶ βαθμὸν οἴκου δαγων ἐν ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν |
[6]And the hand of the Lord was heavy upon Azotus, and he brought evil upon them, and it burst out upon them into the ships, and mice sprang up in the midst of their country, and there was a great and indiscriminate mortality in the city. |
[6]καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ ἄζωτον καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει |
[7]And the men of Azotus saw that it was so, and they said, The ark of the God of Israel shall not abide with us, for his hand is heavy upon us and upon Dagon our god. |
[7]καὶ εἶδον οἱ ἄνδρες ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ ισραηλ μεθ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ ἡμᾶς καὶ ἐπὶ δαγων θεὸν ἡμῶν |
[8]And they send and gather the lords of the Philistines to them, and say, What shall we do to the ark of the God of Israel? and the Gittites say, Let the ark of God come over to us; and the ark of the God of Israel came to Geth. |
[8]καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτῷ θεοῦ ισραηλ καὶ λέγουσιν οἱ γεθθαῖοι μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς γεθθα |
[9]And it came to pass after it went about to Geth, that the hand of the Lord comes upon the city, a very great confusion; and he smote the men of the city small and great, and smote them in their secret parts: and the Gittites made to themselves images of emerods. |
[9]καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς οἱ γεθθαῖοι ἕδρας |
[10]And they send away the ark of God to Ascalon; and it came to pass when the ark of God went into Ascalon, that the men of Ascalon cried out, saying, Why have ye brought back the ark of the God of Israel to us, to kill us and our people? |
[10]καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς ἀσκαλῶνα καὶ ἐβόησαν οἱ ἀσκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν |
[11]And they send and gather the lords of the Philistines, and they said, Send away the ark of the God of Israel, and let it lodge in its place; and let it not slay us and our people. |
[11]καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ ισραηλ ἐκεῖ |
[12]For there was a very great confusion in all the city, when the ark of the God of Israel entered there; and those, who lived and died not were smitten with emerods; and the cry of the city went up to heaven. |
[12]καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν |