«
The Sonnini Manuscript: The Lost Chapter 29 of Acts
Acts29
SBL Greek NT (2010)
SBL
[No book] [1]Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
[No book] [2]αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ⸀ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
[No book] [3]⸀ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
[No book] [4]ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτης καταλάβῃ,
[No book] [5]πάντες ⸀γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
[No book] [6]ἄρα οὖν μὴ καθεύδωμεν ⸀ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
[No book] [7]οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
[No book] [8]ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
[No book] [9]ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
[No book] [10]τοῦ ἀποθανόντος ⸀περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
[No book] [11]διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
[No book] [12]Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
[No book] [13]καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς.
[No book] [14]παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
[No book] [15]ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
[No book] [16]πάντοτε χαίρετε,
[No book] [17]ἀδιαλείπτως προσεύχεσθε,
[No book] [18]ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
[No book] [19]τὸ πνεῦμα μὴ σβέννυτε,
[No book] [20]προφητείας μὴ ἐξουθενεῖτε·
[No book] [21]πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
[No book] [22]ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
[No book] [23]Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
[No book] [24]πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
[No book] [25]Ἀδελφοί, ⸀προσεύχεσθε περὶ ἡμῶν.
[No book] [26]ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
[No book] [27]⸀ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς ἀδελφοῖς.
[No book] [28]ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ⸀ὑμῶν.
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Top