«
Tregelles’ 2nd ed. from Alexandrinus, et al (1879)
Tregelles GNT
The Epistle of Polycarp to the Church at Phillipians
PolyPhl
[1]Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, [No book]
[2]πρεσβυτέρας ὡς μητέρας, νεωτέρας, ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. [No book]
[3]χήρας τίμα τὰς ὄντως χήρας. [No book]
[4]εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ θεοῦ. [No book]
[5]ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· [No book]
[6]ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. [No book]
[7]καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. [No book]
[8]εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖται, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. [No book]
[9]χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, [No book]
[10]ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. [No book]
[11]νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ, γαμεῖν θέλουσιν, [No book]
[12]ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· [No book]
[13]ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. [No book]
[14]βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· [No book]
[15]ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ. [No book]
[16]εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείσθω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. [No book]
[17]Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· [No book]
[18]λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. [No book]
[19]κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. [No book]
[20]τοὺς ἁμαρτάνοντας, ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. [No book]
[21]διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. [No book]
[22]χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, σεαυτὸν ἁγνὸν τήρει. [No book]
[23]μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. [No book]
[24]τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν· τισὶν δὲ καὶ ἐπακολουθοῦσιν. [No book]
[25]ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται. [No book]
Author: Samuel Prideaux Tregelles, LL. D. (1813–1875)
Source: www.hagiascriptura.com

See information...
Top