«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]Then Solomon the son of David was confirmed in his kingdom: and the Lord his God was with him, and magnified him highly. [1]καὶ ἐνίσχυσεν σαλωμων υἱὸς δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ κύριος ὁ θεὸς αὐτοῦ μετ αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος
[2]And Solomon spake unto all Israel, to the captains of thousands, and of hundreds, and to the judges, and to all the governors in all Israel, even the chief fathers. [2]καὶ εἶπεν σαλωμων πρὸς πάντα ισραηλ τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον ισραηλ τοῖς ἄρχουσι τῶν πατριῶν
[3]So Solomon and all the congregation with him went to the high place that was at Gibeon: for there was the tabernacle of the congregation of God which Moses the servant of the Lord had made in the wilderness. [3]καὶ ἐπορεύθη σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν γαβαων οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ
[4]But the ark of God had David brought up from Kirjath-jearim, when David had made preparation for it: for he had pitched a tent for it in Jerusalem. [4]ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν δαυιδ ἐκ πόλεως καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς ιερουσαλημ
[5]Moreover the brazen altar that Bezalel the son of Uri, the son of Hur had made, did he set before the tabernacle of the Lord: and Solomon and the congregation sought it. [5]καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν βεσελεηλ υἱὸς ουριου υἱοῦ ωρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ σαλωμων καὶ ἡ ἐκκλησία
[6]And Solomon offered there before the Lord upon the brazen altar that was in the tabernacle of the congregation: even a thousand burnt offerings offered he upon it. [6]καὶ ἀνήνεγκεν ἐκεῖ σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ αὐτὸ ὁλοκαύτωσιν χιλίαν
[7]The same night did God appear unto Solomon, and said unto him, Ask what I shall give thee. [7]ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ σαλωμων καὶ εἶπεν αὐτῷ αἴτησαι τί σοι δῶ
[8]And Solomon said unto God, Thou hast showed great mercy unto David my father and hast made me to reign in his stead. [8]καὶ εἶπεν σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ αὐτοῦ
[9]Now therefore, O Lord God, let thy promise unto David my father be true: for thou hast made me king over a great people, like to the dust of the earth. [9]καὶ νῦν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς
[10]Give me now wisdom and knowledge, that I may go out and go in before this people: for who can judge this thy great people? [10]νῦν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον
[11]And God said to Solomon, Because this was in thine heart, and thou hast not asked riches, treasures nor honor, nor the lives of thine enemies, neither yet hast asked long life, but hast asked for thee wisdom and knowledge that thou mightest judge my people, over whom I have made thee king, [11]καὶ εἶπεν ὁ θεὸς πρὸς σαλωμων ἀνθ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ ὃν ἐβασίλευσά σε ἐπ αὐτόν
[12]Wisdom and knowledge is granted unto thee, and I will give thee riches and treasures and honor, so that there hath not been the like among the kings which were before thee, neither after thee shall there be the like. [12]τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως
[13]Then Solomon came from the high place, that was at Gibeon, to Jerusalem from before the tabernacle of the congregation, and reigned over Israel. [13]καὶ ἦλθεν σαλωμων ἐκ βαμα τῆς ἐν γαβαων εἰς ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ ισραηλ
[14]And Solomon gathered the chariots and horsemen: and he had a thousand and four hundred chariots, and twelve thousand horsemen, whom he placed in the chariot cities, and with the king at Jerusalem. [14]καὶ συνήγαγεν σαλωμων ἅρματα καὶ ἱππεῖς καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν ιερουσαλημ
[15]And the king gave silver and gold at Jerusalem as stones, and gave cedar trees as the wild fig trees, that are abundantly in the plain. [15]καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος
[16]Also Solomon had horses brought out of Egypt and fine linen: the king's merchants received the fine linen for a price. [16]καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν σαλωμων ἐξ αἰγύπτου καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον
[17]They came up also and brought out of Egypt some chariot, worth six hundred shekels of silver, that is an horse for an hundred and fifty: and thus they brought horses to all the kings of the Hittites, and to the kings of Aram [Syria] by their means. [17]καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν χετταίων καὶ βασιλεῦσιν συρίας ἐν χερσὶν αὐτῶν ἔφερον
18[No verse] [18]καὶ εἶπεν σαλωμων τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ
Source: archive.org
Source: sacred-texts.org
Top