|
[1]καὶ ἐβασίλευσεν ιωσαφατ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ καὶ κατίσχυσεν ιωσαφατ ἐπὶ τὸν ισραηλ |
[No book] |
[2]καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν ιουδα καὶ ἐν πόλεσιν εφραιμ ἃς προκατελάβετο ασα ὁ πατὴρ αὐτοῦ |
[No book] |
[3]καὶ ἐγένετο κύριος μετὰ ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα |
[No book] |
[4]ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ ισραηλ τὰ ἔργα |
[No book] |
[5]καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς ιουδα δῶρα τῷ ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή |
[No book] |
[6]καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ιουδα |
[No book] |
[7]καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν αβδιαν καὶ ζαχαριαν καὶ ναθαναηλ καὶ μιχαιαν διδάσκειν ἐν πόλεσιν ιουδα |
[No book] |
[8]καὶ μετ αὐτῶν οἱ λευῖται σαμουιας καὶ ναθανιας καὶ ζαβδιας καὶ ασιηλ καὶ σεμιραμωθ καὶ ιωναθαν καὶ αδωνιας καὶ τωβιας οἱ λευῖται καὶ μετ αὐτῶν ελισαμα καὶ ιωραμ οἱ ἱερεῖς |
[No book] |
[9]καὶ ἐδίδασκον ἐν ιουδα καὶ μετ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν ιουδα καὶ ἐδίδασκον τὸν λαόν |
[No book] |
[10]καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς ιωσαφατ |
[No book] |
[11]καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους |
[No book] |
[12]καὶ ἦν ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ ιουδαίᾳ καὶ πόλεις ὀχυράς |
[No book] |
[13]καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ιερουσαλημ |
[No book] |
[14]καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν τῷ ιουδα χιλίαρχοι εδνας ὁ ἄρχων καὶ μετ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες |
[No book] |
[15]καὶ μετ αὐτὸν ιωαναν ὁ ἡγούμενος καὶ μετ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες |
[No book] |
[16]καὶ μετ αὐτὸν αμασιας ὁ τοῦ ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως |
[No book] |
[17]καὶ ἐκ τοῦ βενιαμιν δυνατὸς δυνάμεως ελιαδα καὶ μετ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες |
[No book] |
[18]καὶ μετ αὐτὸν ιωζαβαδ καὶ μετ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου |
[No book] |
[19]οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ιουδαίᾳ |
[No book] |