«
Peshitta (Lamsa, 1933)
Pes(Lam)
The Septuagint
LXX
[1]NOW Jehoshaphat had riches and honor in abundance, and he made an alliance with Ahab. [1]καὶ ἐγενήθη τῷ ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ αχααβ
[2]And after two years he went down to Ahab in Samaria. And Ahab killed sheep and oxen for him in abundance, and for the armed forces that were with him, and advised him to go up to Ramath-gilead. [2]καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς αχααβ εἰς σαμάρειαν καὶ ἔθυσεν αὐτῷ αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ αὐτοῦ εἰς ραμωθ τῆς γαλααδίτιδος
[3]And Ahab king of Israel said to Jehoshaphat king of Judah, Will you go up with me to Ramath-gilead? And he answered him, I will go up as you do; and my people are as your people; and my horses as your horses, and we will go with you to war [3]καὶ εἶπεν αχααβ βασιλεὺς ισραηλ πρὸς ιωσαφατ βασιλέα ιουδα πορεύσῃ μετ ἐμοῦ εἰς ραμωθ τῆς γαλααδίτιδος καὶ εἶπεν αὐτῷ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον
[4]And Jehoshaphat said to the king of Israel, Inquire, I pray, for the word of the LORD today. [4]καὶ εἶπεν ιωσαφατ πρὸς βασιλέα ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον
[5]Therefore the king of Israel gathered together of the prophets four hundred men, and said to them, Shall we go to Ramath-gilead to battle or shall I forbear? And they said to him, Go up; for the LORD will deliver your enemies into your hands. [5]καὶ συνήγαγεν ὁ βασιλεὺς ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς εἰ πορευθῶ εἰς ραμωθ γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως
[6]But King Jehoshaphat said, Is there not here a true prophet of the LORD, that we may inquire of him? [6]καὶ εἶπεν ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ αὐτοῦ
[7]And the king of Israel said to Jehoshaphat, There is yet one man by whom we may inquire of the LORD; but I hate him; for he never prophesies good concerning me, but always evil. His name is Micaiah the son of Imla. And Jehoshaphat said, Let not the king say so. [7]καὶ εἶπεν βασιλεὺς ισραηλ πρὸς ιωσαφατ ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι αὐτοῦ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά οὗτος μιχαιας υἱὸς ιεμλα καὶ εἶπεν ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως
[8]And the king of Israel called for one of the officers and said to him, Bring quickly Micaiah the son of Imla. [8]καὶ ἐκάλεσεν ὁ βασιλεὺς ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν τάχος μιχαιαν υἱὸν ιεμλα
[9]And the king of Israel and Jehoshaphat the king of Judah were sitting each man on his throne, clothed in their robes, and they sat at the entrance of the gate of Samaria; and all the false prophets were prophesying before them. [9]καὶ βασιλεὺς ισραηλ καὶ ιωσαφατ βασιλεὺς ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν
[10]And Zedekiah the son of a Canaanitish woman had made for himself horns of iron, and he said, Thus says the LORD: With these you shall pierce the Arameans until they are cut off and destroyed. [10]καὶ ἐποίησεν ἑαυτῷ σεδεκιας υἱὸς χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν συρίαν ἕως ἂν συντελεσθῇ
[11]And all the prophets prophesied so, saying, Go up to Ramath-gilead, and triumph: for the LORD will deliver your enemies into your hands, O king. [11]καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς ραμωθ γαλααδ καὶ εὐοδωθήσῃ καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως
[12]And the messenger who went to call Micaiah spoke to him, saying, Behold, the words of the false prophets have declared good to the king with one accord; let your words, therefore, be pleasant like one of theirs, and you also prophesy good. [12]καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν καὶ λαλήσεις ἀγαθά
[13]And Micaiah said, As the LORD God lives, what my God puts into my heart, that will I speak. [13]καὶ εἶπεν μιχαιας ζῇ κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με αὐτὸ λαλήσω
[14]And when he was come to the king, the king said to him, Micaiah, shall we go to Ramath-gilead or shall I forbear? And he said to him, Go up and triumph, and they shall be delivered into your hands. [14]καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς μιχαια εἰ πορευθῶ εἰς ραμωθ γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν
[15]And the king said to him, How many times shall I adjure you that you say nothing but the truth to me in the name of the LORD? [15]καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου
[16]Then he said, I saw all Israel scattered upon the mountains as sheep that have no shepherd; and the LORD said, These have no king; let them return therefore every man to his house in peace. [16]καὶ εἶπεν εἶδον τὸν ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ
[17]And the king of Israel said to Jehoshaphat, Did I not tell you that he would not prophesy good concerning me, but evil? [17]καὶ εἶπεν ὁ βασιλεὺς ισραηλ πρὸς ιωσαφατ οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά ἀλλ ἢ κακά
[18]Then Micaiah said, Therefore hear the word of the LORD: I saw the LORD sitting upon his throne, and all the host of heaven standing on his right hand and on his left. [18]καὶ εἶπεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ
[19]And the LORD said, Who shall entice Ahab king of Israel, that he may go up and be slain at Ramath-gilead? And one said, I will entice him after this manner, and another said, I will entice him after that manner. [19]καὶ εἶπεν κύριος τίς ἀπατήσει τὸν αχααβ βασιλέα ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν ραμωθ γαλααδ καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος εἶπεν οὕτως
[20]Then there came out a spirit, and stood before the LORD and said, I will entice him, and the LORD said to him, With what? [20]καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν κύριος ἐν τίνι
[21]And he said, I will go out, and be a lying spirit in the mouth of all his prophets. And the LORD said, You shall entice him, and you shall also prevail; go out, and do according to what you have said. [21]καὶ εἶπεν ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ καὶ εἶπεν ἀπατήσεις καὶ δυνήσῃ ἔξελθε καὶ ποίησον οὕτως
[22]Now therefore, behold, the LORD has put a lying spirit in the mouth of these your prophets, and the LORD has decreed evil against you. [22]καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
[23]Then Zedekiah the son of the Canaanitish woman came near and struck Micaiah on his cheek, and said to him, Since when did the Spirit of the LORD depart from me to speak to you? [23]καὶ ἤγγισεν σεδεκιας υἱὸς χανανα καὶ ἐπάταξεν τὸν μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ
[24]And Micaiah said, Behold, you shall see on that day when you shall go into an inner chamber to hide yourself. [24]καὶ εἶπεν μιχαιας ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι
[25]Then the king of Israel said, Take Micaiah, and carry him back and detain him in the house of Amon the governor of the city and in the house of Joash the king's son; [25]καὶ εἶπεν βασιλεὺς ισραηλ λάβετε τὸν μιχαιαν καὶ ἀποστρέψατε πρὸς εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
[26]And say, Thus says the king: Put this fellow in the prison, and feed him with bread of affliction and with water of affliction until I return in peace. [26]καὶ ἐρεῖς οὕτως εἶπεν ὁ βασιλεύς ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ
[27]And Micaiah said, If you certainly return in peace, then the LORD has not spoken by me. And he said, Hear, all you people [27]καὶ εἶπεν μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες
[28]So Jehoshaphat the king of Judah and Ahab the king of Israel went up to Ramath-gilead. [28]καὶ ἀνέβη βασιλεὺς ισραηλ καὶ ιωσαφατ βασιλεὺς ιουδα εἰς ραμωθ γαλααδ
[29]And the king of Israel said to Jehoshaphat, I will put on my armor, and go and stand in the battle array; and you put on your armor. So the king of Israel put on his armor, and went and stood in the battle array. [29]καὶ εἶπεν βασιλεὺς ισραηλ πρὸς ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον
[30]Now the king of Aram had commanded the captains of the chariots that were with him, thirty-two in number, saying, Fight not with small or great, but only with the king of Israel. [30]καὶ βασιλεὺς συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ αὐτοῦ λέγων μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ ἢ τὸν βασιλέα ισραηλ μόνον
[31]And it came to pass when the captains of the chariots saw Jehoshaphat, they said, It is the king of Israel. Therefore they came against him to fight him; but Jehoshaphat cried out and the LORD helped him; and he turned them away from him. [31]καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ιωσαφατ καὶ αὐτοὶ εἶπαν βασιλεὺς ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν καὶ ἐβόησεν ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ αὐτοῦ
[32]And it came to pass when the captains of the chariots saw that it was not the king of Israel, they turned back from pursuing him. [32]καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς ισραηλ καὶ ἀπέστρεψαν ἀπ αὐτοῦ
[33]And a certain man shot an arrow unwittingly towards him, and smote the king of Israel between the joints of his breastplate; therefore he said to his chariot man, Turn your hand and carry me out of the host; for I am grievously wounded. [33]καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι ἐπόνεσα
[34]And the battle grew fiercer that day; but the king of Israel was seated in the chariot fighting against the Arameans until the evening, and at sunset he died [34]καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου
Author: George M. Lamsa
Source: studybible.info
Source: sacred-texts.org
Top