«
Reconstruction of Beza's Greek Textus-Receptus NT (1598)
Beza GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. [1]If it bihoueth to haue glorie, it spedith not; but Y schal come to the visiouns and to the reuelaciouns of the Lord.
[2]οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. [2]I woot a man in Crist that bifore fouretene yeer; whether in bodi, whether out of the bodi, Y woot not, God woot; that siche a man was rauyschid `til to the thridde heuene.
[3]καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν [3]And Y woot sich a man; whether in bodi, or out of bodi, Y noot, God woot;
[4]ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. [4]that he was rauyschid in to paradis, and herde preuy wordis, whiche it is not leueful to a man to speke.
[5]ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. [5]For such maner thingis Y schal glorie; but for me no thing, no but in myn infirmytees.
[6]ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ [6]For if Y schal wilne to glorie, Y schal not be vnwijs, for Y schal seie treuthe; but Y spare, lest ony man gesse me ouer that thing that he seeth in me, or herith ony thing of me.
[7]καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. [7]And lest the greetnesse of reuelaciouns enhaunse me in pride, the pricke of my fleisch, an aungel of Sathanas, is youun to me, that he buffate me.
[8]ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ. [8]For whiche thing thries Y preiede the Lord, that it schulde go awei fro me.
[9]καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. [9]And he seide to me, My grace suffisith to thee; for vertu is parfitli maad in infirmyte. Therfor gladli Y schal glorie in myn infirmytees, that the vertu of Crist dwelle in me.
[10]διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. [10]For which thing Y am plesid in myn infirmytees, in dispisyngis, in nedis, in persecuciouns, in anguyschis, for Crist; for whanne Y am sijk, thanne Y am miyti.
[11]Γέγονα ἄφρων· καυχώμενος· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. [11]Y am maad vnwitti, ye constreyneden me. For Y ouyte to be comendid of you; for Y dide no thing lesse than thei that ben apostlis `aboue maner.
[12]τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. [12]Thouy Y am nouyt, netheles the signes of myn apostilhed ben maad on you, in al pacience, and signes, and grete wondris, and vertues.
[13]τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. [13]And what is it, that ye hadden lesse than othere chirchis, but that Y my silf greuyde you not? Foryyue ye to me this wrong.
[14]Ἰδοὺ, τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις. [14]Lo! this thridde tyme Y am redi to come to you, and Y schal not be greuous to you; for Y seke not tho thingis that ben youre, but you. For nether sones owen to tresoure to fadir and modir, but the fadir and modir to the sones.
[15]ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι [15]For Y schal yyue moost wilfuli, and Y my silf schal be youun aboue for youre soulis; thouy Y more loue you, and be lesse louyd.
[16]ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ’ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. [16]But be it; Y greuyde not you, but whanne Y was sutil, Y took you with gile.
[17]μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; [17]Whether Y disseyuede you bi ony of hem, which Y sente to you?
[18]παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ Πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; [18]Y preiede Tite, and Y sente with hym a brother. Whether Tite begilide you? whether we yeden not in the same spirit? whether not in the same steppis?
[19]Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατένωπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. [19]Sum tyme ye wenen, that we schulen excuse vs anentis you. Bifor God in Crist we speken; and, moost dere britheren, alle thingis for youre edifiyng.
[20]φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μή πως ἔρεις ζῆλοι, θυμοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· [20]But Y drede, lest whanne Y come, Y schal fynde you not suche as Y wole, and Y schal be foundun of you suche as ye wolen not; lest perauenture stryuyngis, enuyes, sturdynessis, dissenciouns and detraccions, preuy spechis of discord, bolnyngis bi pride, debatis ben among you;
[21]μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. [21]and lest eftsoone whanne Y come, God make me low anentis you, and Y biweile many of hem, that bifor synneden, and diden not penaunce on the vnclennesse, and fornicacioun, and vnchastite, that thei han don.
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top