|
[1]Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. |
[1]It is not expedient for me no doubt to rejoice: for I will come to visions and revelations of the Lord. |
[2]οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. |
[2]I know a man in Christ above fourteen years agone, (whether he were in the body, I can not tell, or out of the body, I cannot tell: God knoweth) which was taken up into the third heaven. |
[3]καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· |
[3]And I know such a man (whether in the body, or out of the body, I cannot tell: God knoweth,) |
[4]ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. |
[4]How that he was taken up into Paradise, and heard words which cannot be spoken, which are not possible for man to utter. |
[5]ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. |
[5]Of such a man will I rejoice: of myself will I not rejoice, except it be of mine infirmities. |
[6]ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. |
[6]For though I would rejoice, I should not be a fool: for I will say the truth, but I refrain, lest any man should think of me above that he seeth in me, or that he heareth of me. |
[7]Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. |
[7]And lest I should be exalted out of measure through the abundance of revelations, there was given unto me a prick in the flesh, the messenger of Satan to buffet me, because I should not be exalted out of measure. |
[8]ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· |
[8]For this thing I besought the Lord thrice, that it might depart from me. |
[9]καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. |
[9]And he said unto me, My grace is sufficient for thee: for my power is made perfect through weakness. Very gladly therefore will I rejoice rather in mine infirmities, that the power of Christ may dwell in me. |
[10]διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. |
[10]Therefore I take pleasure in infirmities, in reproaches, in necessities, in persecutions, in anguish for Christ's sake: for when I am weak, then am I strong. |
[11]Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. |
[11]I was a fool to boast myself: ye have compelled me: for I ought to have been commended of you: for in nothing was I inferior unto the very chief Apostles, though I be nothing. |
[12]τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. |
[12]The signs of an Apostle were wrought among you with all patience, with signs, and wonders, and great works. |
[13]τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. |
[13]For what is it, wherein ye were inferiors unto other Churches, except that I have not been slothful to your hinderance? forgive me this wrong. |
[14]᾿Ιδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις. |
[14]Behold, the third time I am ready to come unto you, and yet will I not be slothful to your hinderance: for I seek not yours, but you: for the children ought not to lay up for the fathers, but the fathers for the children. |
[15]ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι. |
[15]And I will most gladly bestow, and will be bestowed for your souls: though the more I love you, the less I am loved. |
[16]῎Εστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. |
[16]But be it that I charged you not: yet for as much as I was crafty, I took you with guile. |
[17]μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; |
[17]Did I pill you by any of them whom I sent unto you? |
[18]παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; |
[18]I have desired Titus, and with him I have sent a brother: did Titus pill you of any-thing? walked we not in the selfsame spirit? walked we not in the same steps? |
[19]Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. |
[19]Again, think ye that we excuse ourselves unto you? We speak before God in Christ. But we do all things, dearly beloved, for your edifying. |
[20]φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι, |
[20]For I fear lest when I come, I shall not find you such as I would: and that I shall be found unto you such as ye would not, and lest there be strife, envying, wrath, contentions, backbitings, whisperings, swellings and discord. |
[21]μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. |
[21]I fear lest when I come again, my God abase me among you, and I shall bewail many of them which have sinned already, and have not repented of the uncleanness, and fornication, and wantonness which they have committed. |