«
Wycliffe's English Translation (1388)
Wyc
Reconstruction of Beza's Greek Textus-Receptus NT (1598)
Beza GNT
[1]Lo! this thridde tyme Y come to you, and in the mouth of tweyne or of thre witnessis euery word schal stonde. [1]Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
[2]Y seide bifor, and seie bifor, as present twies, and now absent, to hem that bifor han synned, and to alle othere; for if Y come eftsoone, Y schal not spare. [2]προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι·
[3]Whether ye seken the preef of that Crist, that spekith in me, which is not feble in you? [3]ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν·
[4]For thouy he was crucified of infirmyte, but he lyueth of the vertu of God. For also we ben sijk in hym, but we schulen lyue with him of the vertu of God in vs. [4]καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
[5]Asaie you silf, if ye ben in the feith; ye you silf preue. Whether ye knowen not you silf, for Crist Jhesu is in you? but in happe ye ben repreuable. [5]ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν; ἐστίν εἰ μή τι ἀδόκιμοί ἐστε.
[6]But Y hope, that ye knowen, that we ben not repreuable. [6]ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
[7]And we preien the Lord, that ye do no thing of yuel; not that we seme preued, but that ye do that that is good, and that we ben as repreuable. [7]εὐχόμαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
[8]For we moun no thing ayens treuthe, but for the treuthe. [8]οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας.
[9]For we ioyen, whanne we ben sijk, but ye ben myyti; and we preien this thing, youre perfeccioun. [9]χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
[10]Therfor Y absent write these thingis, that Y present do not hardere, bi the powere, which the Lord yaf to me in to edificacioun, and not in to youre distruccioun. [10]διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος, εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.
[11]Britheren, `hennus forward ioye ye, be ye perfit, excite ye; vndurstonde ye the same thing; haue ye pees, and God of pees and of loue schal be with you. [11]Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.
[12]Grete ye wel togidere in hooli cos. Alle hooli men greten you wel. [12]ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
[13]hooli men greten you wel. [13]Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
[14]The grace of oure Lord Jhesu Crist, and the charite of God, and the comynyng of the Hooli Gost, be with `you alle. Amen. [14]Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. ἀμήν.
Author: John Wycliffe (1328 – 1384)
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com

See information...
Top