«
King James Version
KJV
Reconstruction of Beza's Greek Textus-Receptus NT (1598)
Beza GNT
[1]We then, as workers together with him, beseech you also that ye receive not the grace of God in vain. [1]συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς
[2](For he saith, I have heard thee in a time accepted, and in the day of salvation have I succoured thee: behold, now is the accepted time; behold, now is the day of salvation.) [2]λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας
[3]Giving no offence in any thing, that the ministry be not blamed: [3]μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·
[4]But in all things approving ourselves as the ministers of God, in much patience, in afflictions, in necessities, in distresses, [4]ἀλλ’ ἐν παντὶ συνιστώντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
[5]In stripes, in imprisonments, in tumults, in labours, in watchings, in fastings; [5]ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
[6]By pureness, by knowledge, by longsuffering, by kindness, by the Holy Ghost, by love unfeigned, [6]ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
[7]By the word of truth, by the power of God, by the armour of righteousness on the right hand and on the left, [7]ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
[8]By honour and dishonour, by evil report and good report: as deceivers, and yet true; [8]διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς·
[9]As unknown, and yet well known; as dying, and, behold, we live; as chastened, and not killed; [9]ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδοὺ, ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι·
[10]As sorrowful, yet alway rejoicing; as poor, yet making many rich; as having nothing, and yet possessing all things. [10]ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
[11]O ye Corinthians, our mouth is open unto you, our heart is enlarged. [11]Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
[12]Ye are not straitened in us, but ye are straitened in your own bowels. [12]οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
[13]Now for a recompence in the same, (I speak as unto my children,) be ye also enlarged. [13]τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.
[14]Be ye not unequally yoked together with unbelievers: for what fellowship hath righteousness with unrighteousness? and what communion hath light with darkness? [14]Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
[15]And what concord hath Christ with Belial? or what part hath he that believeth with an infidel? [15]τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελιάλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
[16]And what agreement hath the temple of God with idols? for ye are the temple of the living God; as God hath said, I will dwell in them, and walk in them; and I will be their God, and they shall be my people. [16]τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
[17]Wherefore come out from among them, and be ye separate, saith the Lord, and touch not the unclean thing; and I will receive you. [17]διὸ Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς,
[18]And will be a Father unto you, and ye shall be my sons and daughters, saith the Lord Almighty. [18]καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
Source: sacred-texts.com
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com

See information...
Top