«
SBL Greek NT (2010)
SBL
Westcott/Hort Greek NT (1881)
W/H GNT
   
2 John
2Jo
1
   
[1]Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, [1]ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν
[2]διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· [2]δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα
[3]ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. [3]εσται μεθ ημων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη
[4]Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. [4]εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος
[5]καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι⸃ ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. [5]και νυν ερωτω σε κυρια ουχ ως εντολην γραφων σοι καινην καινην γραφων σοι αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους
[6]καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν⸃, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. [6]και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη η εντολη εστιν καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε
[7]ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. [7]οτι πολλοι πλανοι εξηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος
[8]βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε ἃ ⸀εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε. [8]βλεπετε εαυτους ινα μη απολεσητε α ειργασαμεθα αλλα μισθον πληρη απολαβητε
[9]πᾶς ὁ ⸀προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. [9]πας ο προαγων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη ουτος και τον πατερα και τον υιον εχει
[10]εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· [10]ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε
[11]ὁ ⸂λέγων γὰρ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. [11]ο λεγων γαρ αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις
[12]Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν ⸂πεπληρωμένη ᾖ⸃. [12]πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανος αλλα ελπιζω γενεσθαι προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα υμων ημων πεπληρωμενη η
[13]Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς. [13]ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top