«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ τῷ αχααβ ἑβδομήκοντα υἱοὶ ἐν σαμαρείᾳ καὶ ἔγραψεν ιου βιβλίον καὶ ἀπέστειλεν ἐν σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν αχααβ λέγων [1]Ahab had now seventy sons in Samaria. And Jehu wrote letters, and sent to Samaria unto the rulers of Jezreel, and to the elders, and to the bringers up of Ahab's children, to this effect,
[2]καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς μεθ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα [2]Now when this letter cometh to you, (for ye have with you your master's sons, ye have with you both chariots and horses, and a defensed city, and armor)
[3]καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν [3]Consider therefore which of your master's sons is best and most meet, and set him on his father's throne, and fight for your master's house.
[4]καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ καὶ πῶς στησόμεθα ἡμεῖς [4]But they were exceedingly afraid, and said, Behold two kings could not stand before him, how shall we then stand?
[5]καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς ιου λέγοντες παῖδές σου ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν [5]And he that was governor of Ahab's house, and he that ruled the city, and the elders, and the bringers up of the children sent to Jehu, saying, We are thy servants, and will do all that thou shalt bid us: we will make no king: do what seemeth good to thee.
[6]καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς ιεζραελ καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς [6]Then he wrote another letter to them, saying, If ye be mine, and will obey my voice, take the heads of the men that are your master's sons, and come to me to Jezreel by tomorrow this time. (Now the king's sons, even seventy persons were with the great men of the city, which brought them up)
[7]καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς ιεζραελ [7]And when the letter came to them, they took the king's sons, and slew the seventy persons, and laid their heads in baskets, and sent them unto him to Jezreel.
[8]καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως καὶ εἶπεν θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί [8]Then there came a messenger and told him, saying, They have brought the heads of the king's sons. And he said, Let them lay them on two heaps at the entering in of the gate until the morning.
[9]καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν δίκαιοι ὑμεῖς ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν καὶ τίς ἐπάταξεν πάντας τούτους [9]And when it was day, he went out, and stood and said to all the people, Ye be righteous: behold, I conspired against my master, and slew him: but who slew all these?
[10]ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον αχααβ καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ηλιου [10]Know now that there shall fall unto the earth nothing of the word of the Lord, which the Lord spake concerning the house of Ahab: for the Lord hath brought to pass the things that he spake by his servant Elijah.
[11]καὶ ἐπάταξεν ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ αχααβ ἐν ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα [11]So Jehu slew all that remained of the house of Ahab in Jezreel, and all that were great with him, and his familiars and his priests, so that he let none of his remain.
[12]καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς σαμάρειαν αὐτὸς ἐν βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ [12]And he arose, and departed and came to Samaria . And as Jehu was in the way by an house where the shepherds did shear,
[13]καὶ ιου εὗρεν τοὺς ἀδελφοὺς οχοζιου βασιλέως ιουδα καὶ εἶπεν τίνες ὑμεῖς καὶ εἶπον οἱ ἀδελφοὶ οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης [13]He met with the brethren of Ahaziah king of Judah, and said, Who are ye? And they answered; We are the brethren of Ahaziah, and go down to salute the children of the king and the children of the Queen.
[14]καὶ εἶπεν συλλάβετε αὐτοὺς ζῶντας καὶ συνέλαβον αὐτοὺς ζῶντας καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακαδ τεσσαράκοντα καὶ δύο ἄνδρας οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν [14]And he said, Take them alive. And they took them alive, and slew them at the well beside the house where the sheep are shorn, even two and forty men, and he left not one of them.
[15]καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν ιωναδαβ υἱὸν ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν ιου εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν ιωναδαβ ἔστιν καὶ εἶπεν ιου καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα [15]And when he was departed thence, he met with Jehonadab the son of Rechab coming to meet him, and he blessed him, and said to him, Is thine heart upright, as mine heart is toward thine? And Jehonadab answered, Yea, doubtless. Then give me thine hand. And when he had given him his hand, he took him up to him into the chariot.
[16]καὶ εἶπεν πρὸς αὐτόν δεῦρο μετ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ σαβαωθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ [16]And he said, Come with me, and see the zeal that I have for the Lord: so they made him ride in his chariot.
[17]καὶ εἰσῆλθεν εἰς σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ αχααβ ἐν σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν πρὸς ηλιου [17]And when he came to Samaria, he slew all that remained unto Ahab in Samaria, till he had destroyed him, according to the word of the Lord, which he spake to Elijah.
[18]καὶ συνήθροισεν ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς αχααβ ἐδούλευσεν τῷ βααλ ὀλίγα καί γε ιου δουλεύσει αὐτῷ πολλά [18]Then Jehu assembled all the people, and said unto them, Ahab served Baal a little, but Jehu shall serve him much more.
[19]καὶ νῦν πάντες οἱ προφῆται τοῦ βααλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ βααλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ ιου ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ βααλ [19]Now therefore call unto me all the prophets of Baal, all his servants, and all his priests, and let not a man be lacking: for I have a great sacrifice for Baal: whosoever is lacking, he shall not live. But Jehu did it by a subtlety to destroy the servants of Baal.
[20]καὶ εἶπεν ιου ἁγιάσατε ἱερείαν τῷ βααλ καὶ ἐκήρυξαν [20]And Jehu said, Proclaim a solemn assembly for Baal. And they proclaimed it.
[21]καὶ ἀπέστειλεν ιου ἐν παντὶ ισραηλ λέγων καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ βααλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ βααλ στόμα εἰς στόμα [21]So Jehu sent unto all Israel, and all the servants of Baal came, and there was not a man left that came not. And they came into the house of Baal, and the house of Baal was full from end to end.
[22]καὶ εἶπεν ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ βααλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής [22]Then he said unto him that had the charge of the vestry, Bring forth vestments for all the servants of Baal. And he brought the out vestments.
[23]καὶ εἰσῆλθεν ιου καὶ ιωναδαβ υἱὸς ρηχαβ εἰς οἶκον τοῦ βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ βααλ ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ ὑμῶν τῶν δούλων κυρίου ὅτι ἀλλ ἢ οἱ δοῦλοι τοῦ βααλ μονώτατοι [23]And when Jehu went, and Jehonadab the son of Rechab into the house of Baal, he said unto the servants of Baal, Search diligently, and look, lest there be here with you any of the servants of the Lord, but the servants of Baal only.
[24]καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ [24]And when they went in to make sacrifice and burnt offering, Jehu appointed fourscore men without, and said, If any of the men whom I have brought into your hands, escape, his soul shall be for his soul.
[25]καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ βααλ [25]And when he had made an end of the burnt offering, Jehu said to the guard, and to the captains, Go in, slay them, let not a man come out. And they smote them with the edge of the sword. And the guard, and the captains cast them out, and went unto the city, where was the temple of Baal.
[26]καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ βααλ καὶ ἐνέπρησαν αὐτήν [26]And they brought out the images of the temple of Baal, and burned them.
[27]καὶ κατέσπασαν τὰς στήλας τοῦ βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης [27]And they destroyed the image of Baal, and threw down the house of Baal, and made a jakes of it unto this day.
[28]καὶ ἠφάνισεν ιου τὸν βααλ ἐξ ισραηλ [28]So Jehu destroyed Baal out of Israel.
[29]πλὴν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ οὐκ ἀπέστη ιου ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν βαιθηλ καὶ ἐν δαν [29]But from the sins of Jeroboam the son of Nebat which made Israel to sin, Jehu departed not from them, neither from the golden calves that were in Beth-el and that were in Dan.
[30]καὶ εἶπεν κύριος πρὸς ιου ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ισραηλ [30]And the Lord said unto Jehu, Because thou hast diligently executed that which was right in mine eyes , and hast done unto the house of Ahab according to all things that were in mine heart, therefore shall thy sons unto the fourth generation sit on the throne of Israel.
[31]καὶ ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ [31]But Jehu regarded not to walk in the law of the Lord God of Israel with all his heart: for he departed not from the sins of Jeroboam, which made Israel to sin.
[32]ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ ισραηλ καὶ ἐπάταξεν αὐτοὺς αζαηλ ἐν παντὶ ὁρίῳ ισραηλ [32]In those days the Lord began to loath Israel, and Hazael smote them in all the coasts of Israel,
[33]ἀπὸ τοῦ ιορδάνου κατ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν γαλααδ τοῦ γαδδι καὶ τοῦ ρουβην καὶ τοῦ μανασση ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὴν γαλααδ καὶ τὴν βασαν [33]From Jordan eastward, even all the land of Gilead, the Gadites, and the Reubenites, and them that were of Manasseh, from Aroer (which is by the river Arnon) and Gilead and Bashan.
[34]καὶ τὰ λοιπὰ τῶν λόγων ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ [34]Concerning the rest of the acts of Jehu, and all that he did, and all his valiant deeds, are they not written in the book of the chronicles of the kings of Israel?
[35]καὶ ἐκοιμήθη ιου μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν σαμαρείᾳ καὶ ἐβασίλευσεν ιωαχας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ [35]And Jehu slept with his fathers, and they buried him in Samaria, and Jehoahaz his son reigned in his stead.
[36]καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν ιου ἐπὶ ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν σαμαρείᾳ [36]And the time that Jehu reigned over Israel in Samaria is eight and twenty years.
Source: sacred-texts.org
Source: archive.org
Top