«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου [1]And when king Hezekiah heard it, he rent his clothes and put on sackcloth, and came into the house of the Lord,
[2]καὶ ἀπέστειλεν ελιακιμ τὸν οἰκονόμον καὶ σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ησαιαν τὸν προφήτην υἱὸν αμως [2]And sent Eliakim which was the steward of the house, and Shebna the chancellor, and the elders of the priests clothed in sackcloth to Isaiah the prophet the son of Amoz.
[3]καὶ εἶπον πρὸς αὐτόν τάδε λέγει εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ [3]And they said unto him, Thus saith Hezekiah, This day is a day of tribulation and of rebuke, and blasphemy: for the children are come to the birth, and there is no strength to bring forth.
[4]εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου [4]If so be the Lord thy God hath heard all the words of Rabshakeh, whom the king of Assyria his master hath sent to rail on the living God, and to reproach him with words which the Lord thy God hath heard, then lift thou up thy prayer for the remnant that are left.
[5]καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως εζεκιου πρὸς ησαιαν [5]So the servants of king Hezekiah came to Isaiah.
[6]καὶ εἶπεν αὐτοῖς ησαιας τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως ἀσσυρίων [6]And Isaiah said unto them, So shall ye say to your master, Thus saith the Lord, Be not afraid of the words which thou hast heard, wherewith the servants of the king of Assyria have blasphemed me.
[7]ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ [7]Behold, I will send a blast upon him, and he shall hear a noise, and return to his own land: and I will cause him to fall by the sword in his own land.
[8]καὶ ἐπέστρεψεν ραψακης καὶ εὗρεν τὸν βασιλέα ἀσσυρίων πολεμοῦντα ἐπὶ λομνα ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ λαχις [8]So Rabshakeh returned, and found the king of Assyria fighting against Libnah: for he had heard that he was departed from Lachish.
[9]καὶ ἤκουσεν περὶ θαρακα βασιλέως αἰθιόπων λέγων ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς εζεκιαν λέγων [9]He heard also men say of Tirhakah king of Ethiopia, Behold, he is come out to fight against thee: he therefore departed and sent other messengers unto Hezekiah, saying,
[10]μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ ᾧ σὺ πέποιθας ἐπ αὐτῷ λέγων οὐ μὴ παραδοθῇ ιερουσαλημ εἰς χεῖρας βασιλέως ἀσσυρίων [10]Thus shall ye speak to Hezekiah king of Judah, and say, Let not thy God deceive thee in whom thou trustest, saying, Jerusalem shall not be delivered into the hand of the king of Assyria.
[11]ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήσῃ [11]Behold, thou hast heard what the kings of Assyria have done to all lands, how they have destroyed them: and shalt thou be delivered?
[12]μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε γωζαν καὶ τὴν χαρραν καὶ ραφες καὶ υἱοὺς εδεμ τοὺς ἐν θαεσθεν [12]Have the gods of the heathen delivered them which my fathers have destroyed? As Gozan, and Haran, and Rezeph, and the children of Eden, which were in Thelasar?
[13]ποῦ ἐστιν ὁ βασιλεὺς αιμαθ καὶ ὁ βασιλεὺς αρφαδ καὶ ποῦ ἐστιν σεπφαρουαιν ανα καὶ αυα [13]Where is the king of Hamath, and the king of Arpad, and the king of the city of Shepharvaim, Hena and Ivah?
[14]καὶ ἔλαβεν εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ εζεκιας ἐναντίον κυρίου [14]So Hezekiah received the letter of the hand of the messengers, and read it: and Hezekiah went up into the house of the Lord, and Hezekiah spread it before the Lord.
[15]καὶ εἶπεν κύριε ὁ θεὸς ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ εἶ ὁ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν [15]And Hezekiah prayed before the Lord, and said, O Lord God of Israel, which dwellest between the cherubims, thou art very God alone over all the kingdoms of the earth: thou hast made the heaven and the earth.
[16]κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα [16]Lord, bow down thine ear, and hear: Lord open thine eyes and behold, and hear the words of Sennacherib, who hath sent to blaspheme the living God.
[17]ὅτι ἀληθείᾳ κύριε ἠρήμωσαν βασιλεῖς ἀσσυρίων τὰ ἔθνη [17]Truth it is, Lord, that the kings of Assyria have destroyed the nations and their lands,
[18]καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ ὅτι οὐ θεοί εἰσιν ἀλλ ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς [18]And have set fire on their gods: for they were no gods, but the work of man's hands, even wood and stone: therefore they destroyed them.
[19]καὶ νῦν κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ θεὸς μόνος [19]Now therefore, O Lord our God, I beseech thee, save thou us out of his hand, that all the kingdoms of the earth may know, that thou, O Lord, art only God.
[20]καὶ ἀπέστειλεν ησαιας υἱὸς αμως πρὸς εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς ισραηλ ἃ προσηύξω πρός με περὶ σενναχηριμ βασιλέως ἀσσυρίων ἤκουσα [20]Then Isaiah the son of Amoz sent to Hezekiah, saying, Thus saith the Lord God of Israel, I have heard that which thou hast prayed me, concerning Sennacherib king of Assyria.
[21]οὗτος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ σιων ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ ιερουσαλημ [21]This is the word that the Lord hath spoken against him, O virgin, daughter of Zion, he hath despised thee, and laughed thee to scorn: O daughter of Jerusalem, he hath shaken his head at thee.
[22]τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ ισραηλ [22]Whom hast thou railed on? And whom hast thou blasphemed? And against whom hast thou exalted thy voice, and lifted up thine eyes on high? Even against the Holy one of Israel.
[23]ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ δρυμοῦ καρμήλου αὐτοῦ [23]By thy messengers thou hast railed on the Lord, and said, By the multitude of my chariots I am come up to the top of the mountains, by the sides of Lebanon, and will cut down the high cedars thereof, and the fair fir trees thereof, and I will go into the lodging of his borders, and into the forest of his Carmel.
[24]ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς [24]I have digged, and drunk the waters of others, and with the plant of my feet have I dried all the floods closed in.
[25]ἔπλασα αὐτήν νῦν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς [25]Hast thou not heard, how I have of old time made it, and have formed it long ago? And should I now bring it, that it should be destroyed, and laid on ruinous heaps, as cities defensed?
[26]καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί ἔπτηξαν καὶ κατῃσχύνθησαν ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος [26]Whose inhabitants have small power, and are afraid, and confounded: they are like the grass of the field, and green herb, or grass on the house tops, or as corn blasted before it be grown.
[27]καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ ἐμέ [27]I know thy dwelling, yea, thy going out, and thy coming in, and thy fury against me.
[28]διὰ τὸ ὀργισθῆναί σε ἐπ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ [28]And because thou ragest against me, and thy tumult is come up to mine ears, I will put mine hook in thy nostrils, and my bridle in thy lips, and will bring thee back again the same way thou camest.
[29]καὶ τοῦτό σοι τὸ σημεῖον φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν [29]And this shall be a sign unto thee, O Hezekiah, Thou shalt eat this year such things as grow of themselves, and the next year such as grow without sowing, and the third year sow ye and reap, and plant vineyards, and eat the fruits thereof.
[30]καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω [30]And the remnant that is escaped of the house of Judah, shall again take root downward, and bear fruit upward.
[31]ὅτι ἐξ ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους σιων ὁ ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο [31]For out of Jerusalem shall go a remnant, and some that shall escape out of mount Zion: the zeal of the Lord of hosts shall do this.
[32]οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα ἀσσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα [32]Wherefore thus saith the Lord, concerning the king of Assyria, He shall not enter into this city, nor shoot an arrow there, nor come before it with shield, nor cast a mount against it:
[33]τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος [33]But he shall return the way he came, and shall not come into this city, saith the Lord.
[34]καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι ἐμὲ καὶ διὰ δαυιδ τὸν δοῦλόν μου [34]For I will defend this city to save it for mine own sake, and for David my servant's sake.
[35]καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά [35]And the same night the angel of the Lord went out and smote in the camp of Assyria an hundred fourscore and five thousand: so when they rose early in the morning, behold, they were all dead corpses.
[36]καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν σενναχηριμ βασιλεὺς ἀσσυρίων καὶ ὤκησεν ἐν νινευη [36]So Sennacherib king of Assyria departed, and went his way, and returned, and dwelt in Nineveh.
[37]καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ νεσεραχ θεοῦ αὐτοῦ καὶ αδραμελεχ καὶ σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν αραρατ καὶ ἐβασίλευσεν ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ [37]And as he was in the temple worshiping Nisroch his god, Adramelech and Sharezer his sons slew him with the sword: and they escaped into the land of Ararat, and Esarhaddon his son reigned in his stead.
Source: sacred-texts.org
Source: archive.org
Top