«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ναιμαν ὁ ἄρχων τῆς δυνάμεως συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν συρίᾳ καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι λελεπρωμένος [1]Now was there one Naaman captain of the host of the king of Aram [Syria], a great man, and honorable in the sight of his lord, because that by him the Lord had delivered the Aramites [Syrians]. He also was a mighty man and valiant , but a leper.
[2]καὶ συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ισραηλ νεάνιδα μικράν καὶ ἦν ἐνώπιον τῆς γυναικὸς ναιμαν [2]And the Aramites [Syrians] had gone out by bands, and had taken a little maid of the land of Israel, and she served Naaman's wife.
[3]ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν σαμαρείᾳ τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ [3]And she said unto her mistress, Would God my lord were with the prophet that is in Samaria, he would soon deliver him of his leprosy.
[4]καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ισραηλ [4]And he went in, and told his lord, saying, Thus and thus saith the maid that is of the land of Israel.
[5]καὶ εἶπεν βασιλεὺς συρίας πρὸς ναιμαν δεῦρο εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ισραηλ καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς [5]And the king of Aram [Syria] said, Go thy way thither, and I will send a letter unto the king of Israel. And he departed, and took with him ten talents of silver, and six thousand pieces of gold, and ten change of raiments,
[6]καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα ισραηλ λέγων καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ ἰδοὺ ἀπέστειλα πρὸς σὲ ναιμαν τὸν δοῦλόν μου καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ [6]And brought the letter to the king of Israel to this effect, Now when this letter is come unto thee, understand, that I have sent thee Naaman my servant, that thou mayest heal him of his leprosy.
[7]καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ισραηλ τὸ βιβλίον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με [7]And when the king of Israel had read the letter, he rent his clothes, and said, Am I God, to kill and to give life, that he doth send to me, that I should heal a man from his leprosy? Wherefore consider, I pray you, and see how he seeketh a quarrel against me.
[8]καὶ ἐγένετο ὡς ἤκουσεν ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς ισραηλ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα ισραηλ λέγων ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου ἐλθέτω δὴ πρός με ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν ισραηλ [8]But when Elisha the man of God had heard that the king of Israel had rent his clothes, he sent unto the king, saying, Wherefore hast thou rent thy clothes? Let him come now to me, and he shall know that there is a prophet in Israel.
[9]καὶ ἦλθεν ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ελισαιε [9]Then Naaman came with his horses, and with his chariots, and stood at the door of the house of Elisha.
[10]καὶ ἀπέστειλεν ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ιορδάνῃ καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ [10]And Elisha sent a messenger unto him, saying, Go and wash thee in Jordan seven times, and thy flesh shall come again to thee, and thou shalt be cleansed.
[11]καὶ ἐθυμώθη ναιμαν καὶ ἀπῆλθεν καὶ εἶπεν ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν [11]But Naaman was wroth and went away, and said, Behold, I thought with myself, He will surely come out, and stand, and call on the name of the Lord his God and put his hand on the place, and heal the leprosy.
[12]οὐχὶ ἀγαθὸς αβανα καὶ φαρφαρ ποταμοὶ δαμασκοῦ ὑπὲρ ιορδάνην καὶ πάντα τὰ ὕδατα ισραηλ οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ [12]Are not Abanah and Pharpar, rivers of Damascus, better than all the waters of Israel? May I not wash me in them, and be cleansed? So he turned, and departed in displeasure.
[13]καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ οὐχὶ ποιήσεις καὶ ὅτι εἶπεν πρὸς σέ λοῦσαι καὶ καθαρίσθητι [13]But his servants came, and spake unto him, and said, Father, if the prophet had commanded thee a great thing, wouldest thou not have done it? How much rather then, when he saith to thee, Wash and be clean?
[14]καὶ κατέβη ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα ελισαιε καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ καὶ ἐκαθαρίσθη [14]Then went he down, and washed himself seven times in Jordan, according to the saying of the man of God: and his flesh came again, like unto the flesh of a little child, and he was clean.
[15]καὶ ἐπέστρεψεν πρὸς ελισαιε αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ ἢ ἐν τῷ ισραηλ καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου [15]And he turned again to the man of God, he, and all his company, and came and stood before him, and said, Behold, now I know that there is no God in all the world, but in Israel: now therefore, I pray thee, take a reward of thy servant.
[16]καὶ εἶπεν ελισαιε ζῇ κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ λήμψομαι καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησεν [16]But he said, As the Lord liveth (before whom I stand) I will not receive it. And he would have constrained him to receive it, but he refused.
[17]καὶ εἶπεν ναιμαν καὶ εἰ μή δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλ ἢ τῷ κυρίῳ μόνῳ [17]Moreover Naaman said, Shall there not be given to thy servant two mules load of this earth? For thy servant will henceforth offer neither burnt sacrifice nor offering unto any other god, save unto the Lord.
[18]καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ ρεμμαν καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ [18]Herein the Lord be merciful unto thy servant, that when my master goeth into the house of Rimmon, to worship there, and leaneth on mine hand, and I bow myself in the house of Rimmon: when I do bow down , I say, in the house of Rimmon, the Lord be merciful unto thy servant in this point.
[19]καὶ εἶπεν ελισαιε πρὸς ναιμαν δεῦρο εἰς εἰρήνην καὶ ἀπῆλθεν ἀπ αὐτοῦ εἰς δεβραθα τῆς γῆς [19]Unto whom he said, Go in peace. So he departed from him about half a day's journey of ground.
[20]καὶ εἶπεν γιεζι τὸ παιδάριον ελισαιε ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ ναιμαν τοῦ σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ αὐτοῦ τι [20]And Gehazi the servant of Elisha the man of God said, Behold, my master hath spared this Aramite [Syrian] Naaman, receiving not those things at his hand that he brought: as the Lord liveth, I will run after him, and take somewhat of him.
[21]καὶ ἐδίωξε γιεζι ὀπίσω τοῦ ναιμαν καὶ εἶδεν αὐτὸν ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ [21]So Gehazi followed speedily after Naaman. And when Naaman saw him running after him, he light down from the chariot to meet him, and said, Is all well?
[22]καὶ εἶπεν εἰρήνη ὁ κύριός μου ἀπέστειλέν με λέγων ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους εφραιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς [22]And he answered, All is well: my master hath set me, saying, Behold, there be come to me, even now from mount Ephraim two young men of the children of the prophets: give them, I pray thee, a talent of silver, and two change of garments.
[23]καὶ εἶπεν ναιμαν λαβὲ διτάλαντον ἀργυρίου καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ καὶ ἦραν ἔμπροσθεν αὐτοῦ [23]And Naaman said, Yea, take two talents: and he compelled him, and bound two talents of silver in two bags, with two change of garments, and gave them unto two of his servants, that they might bear them before him.
[24]καὶ ἦλθον εἰς τὸ σκοτεινόν καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας [24]And when he came to the tower, he took them out of their hands, and laid them in the house, and sent away the men: and they departed.
[25]καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε πόθεν γιεζι καὶ εἶπεν γιεζι οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα [25]Then he went in, and stood before his master. And Elisha said unto him, Whence comest thou, Gehazi? And he said, Thy servant went no whither.
[26]καὶ εἶπεν πρὸς αὐτὸν ελισαιε οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας [26]But he said unto him, Went not mine heart with thee when the man turned again from his chariot to meet thee? Is this a time to take money, and to receive garments, and olives, and vineyards, and sheep, and oxen, and men servants, and maidservants?
[27]καὶ ἡ λέπρα ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών [27]The leprosy therefore of Naaman shall cleave unto thee, and to thy seed forever. And he went out from his presence a leper white as snow.
Source: sacred-texts.org
Source: archive.org
Top